Add parallel Print Page Options

20 Καὶ [a]ἔρχεται εἰς οἶκον· καὶ συνέρχεται πάλιν [b]ὁ ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς [c]μηδὲ ἄρτον φαγεῖν. 21 καὶ ἀκούσαντες οἱ παρ’ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν, ἔλεγον γὰρ ὅτι ἐξέστη. 22 καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. 23 καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς· Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν; 24 καὶ ἐὰν βασιλεία ἐφ’ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη· 25 καὶ ἐὰν οἰκία ἐφ’ ἑαυτὴν μερισθῇ, οὐ [d]δυνήσεται [e]ἡ οἰκία ἐκείνη σταθῆναι· 26 καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφ’ ἑαυτὸν καὶ [f]ἐμερίσθη, οὐ δύναται [g]στῆναι ἀλλὰ τέλος ἔχει. 27 [h]ἀλλ’ οὐδεὶς δύναται [i]εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθὼν τὰ σκεύη αὐτοῦ διαρπάσαι ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ [j]διαρπάσει.

28 Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται [k]τοῖς υἱοῖς τῶν ἀνθρώπων, τὰ ἁμαρτήματα καὶ [l]αἱ βλασφημίαι ὅσα ἐὰν βλασφημήσωσιν· 29 ὃς δ’ ἂν βλασφημήσῃ εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλὰ ἔνοχός ἐστιν αἰωνίου [m]ἁμαρτήματος. 30 ὅτι ἔλεγον· Πνεῦμα ἀκάθαρτον ἔχει.

31 [n]Καὶ ἔρχονται [o]ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ἔξω [p]στήκοντες ἀπέστειλαν πρὸς αὐτὸν [q]καλοῦντες αὐτόν. 32 καὶ ἐκάθητο [r]περὶ αὐτὸν ὄχλος, [s]καὶ λέγουσιν αὐτῷ· Ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί [t]σου ἔξω ζητοῦσίν σε. 33 καὶ [u]ἀποκριθεὶς αὐτοῖς λέγει· Τίς ἐστιν ἡ μήτηρ μου [v]ἢ οἱ ἀδελφοί [w]μου; 34 καὶ περιβλεψάμενος [x]τοὺς περὶ αὐτὸν κύκλῳ καθημένους λέγει· Ἴδε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου· 35 ὃς [y]γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ, οὗτος ἀδελφός μου καὶ [z]ἀδελφὴ καὶ μήτηρ ἐστίν.

Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. καὶ [aa]συνάγεται πρὸς αὐτὸν ὄχλος [ab]πλεῖστος, ὥστε αὐτὸν [ac]εἰς πλοῖον ἐμβάντα καθῆσθαι ἐν τῇ θαλάσσῃ, καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς [ad]ἦσαν. καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ· Ἀκούετε. ἰδοὺ ἐξῆλθεν ὁ [ae]σπείρων σπεῖραι. καὶ ἐγένετο ἐν τῷ σπείρειν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἦλθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτό. [af]καὶ ἄλλο ἔπεσεν ἐπὶ τὸ πετρῶδες [ag]ὅπου οὐκ εἶχεν γῆν πολλήν, καὶ [ah]εὐθὺς ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς· [ai]καὶ ὅτε ἀνέτειλεν ὁ ἥλιος [aj]ἐκαυματίσθη καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη. καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκεν. καὶ [ak]ἄλλα ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν, καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ [al]αὐξανόμενα, καὶ ἔφερεν [am]ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν. καὶ ἔλεγεν· [an]Ὃς ἔχει ὦτα ἀκούειν ἀκουέτω.

10 [ao]Καὶ ὅτε ἐγένετο κατὰ μόνας, [ap]ἠρώτων αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα [aq]τὰς παραβολάς. 11 καὶ ἔλεγεν αὐτοῖς· Ὑμῖν [ar]τὸ μυστήριον δέδοται τῆς βασιλείας τοῦ θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραβολαῖς τὰ πάντα γίνεται, 12 ἵνα βλέποντες βλέπωσι καὶ μὴ ἴδωσιν, καὶ ἀκούοντες ἀκούωσι καὶ μὴ συνιῶσιν, μήποτε ἐπιστρέψωσιν καὶ ἀφεθῇ [as]αὐτοῖς.

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:20 ἔρχεται WH NIV RP ] ἔρχονται Treg
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:20 WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:20 μηδὲ WH Treg NIV ] μήτε RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:25 δυνήσεται WH Treg NIV ] δύναται RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:25 ἡ οἰκία ἐκείνη σταθῆναι NIV ] ἡ οἰκία ἐκείνη στῆναι WH Treg; σταθῆναι ἡ οἰκία ἐκείνη RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:26 ἐμερίσθη WH NIV ] μεμέρισται Treg RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:26 στῆναι WH Treg NIV ] σταθῆναι RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:27 ἀλλ’ οὐδεὶς δύναται Treg ] ἀλλ᾽ οὐ δύναται οὐδεὶς WH NIV; οὐδεὶς δύναται RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:27 εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθὼν τὰ σκεύη WH Treg NIV ] τὰ σκεύη τοῦ ἰσχυροῦ εἰσελθὼν εἰς τὴν οἰκίαν RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:27 διαρπάσει WH Treg NIV ] διαρπάσῃ RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:28 τοῖς … ἀνθρώπων τὰ ἁμαρτήματα WH Treg NIV ] τὰ ἁμαρτήματα τοῖς … ἀνθρώπων RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:28 αἱ βλασφημίαι ὅσα ἐὰν WH Treg NIV ] βλασφημίαι ὅσας ἂν RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:29 ἁμαρτήματος WH Treg NIV ] κρίσεως RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:31 Καὶ ἔρχονται WH Treg ] Καὶ ἔρχεται NIV; Ἔρχονται οὖν RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:31 ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ WH Treg NIV ] οἱ ἀδελφοὶ καὶ ἡ μήτηρ αὐτοῦ RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:31 στήκοντες WH Treg NIV ] ἑστῶτες RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:31 καλοῦντες WH Treg NIV ] φωνοῦντες RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:32 περὶ αὐτὸν ὄχλος WH Treg NIV ] ὄχλος περὶ αὐτόν RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:32 καὶ λέγουσιν WH Treg NIV ] εἶπον δὲ RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:32 σου WH Treg NIV ] + καὶ αἱ ἀδελφαί σου RP NA
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:33 ἀποκριθεὶς αὐτοῖς λέγει WH Treg NIV ] ἀπεκρίθη αὐτοῖς λέγων RP
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:33 RP ] καὶ WH Treg NIV
  23. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:33 μου Treg NIV RP ] – WH
  24. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:34 τοὺς περὶ αὐτὸν κύκλῳ WH Treg NIV ] κύκλῳ τοὺς περὶ αὐτὸν RP
  25. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:35 γὰρ Treg NIV RP ] – WH
  26. ΚΑΤΑ ΜΑΡΚΟΝ 3:35 ἀδελφὴ WH Treg NIV ] + μου RP
  27. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:1 συνάγεται WH Treg NIV ] συνήχθη RP
  28. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:1 πλεῖστος WH Treg NIV ] πολύς RP
  29. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:1 εἰς πλοῖον ἐμβάντα WH Treg NIV ] ἐμβάντα εἰς τὸ πλοῖον RP
  30. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:1 ἦσαν WH Treg NIV ] ἦν RP
  31. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:3 σπείρων WH NIV ] + τοῦ Treg RP
  32. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:5 καὶ ἄλλο WH Treg NIV ] Ἄλλο δὲ RP
  33. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:5 ὅπου NIV RP ] καὶ ὅπου WH Treg
  34. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:5 εὐθὺς WH Treg NIV ] εὐθέως RP
  35. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:6 καὶ ὅτε ἀνέτειλεν ὁ ἥλιος WH Treg NIV ] ἡλίου δὲ ἀνατείλαντος RP
  36. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:6 ἐκαυματίσθη WH RP NA ] ἐκαυματίσθησαν Treg NIV
  37. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:8 ἄλλα WH NIV ] ἄλλο Treg RP
  38. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:8 αὐξανόμενα WH NIV ] αὐξανόμενον Treg; αὐξάνοντα RP
  39. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:8 ἓν … ἓν … ἓν NIV ] εἰς … ἐν … ἐν WH; εἰς … εἰς … εἰς Treg; ἐν … ἐν … ἐν RP
  40. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:9 Ὃς ἔχει WH Treg NIV ] Ὃ ἔχων RP
  41. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:10 Καὶ ὅτε WH Treg NIV ] Ὅτε δὲ RP
  42. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:10 ἠρώτων WH Treg NIV ] ἠρώτησαν RP
  43. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:10 τὰς παραβολάς WH Treg NIV ] τὴν παραβολήν RP
  44. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:11 τὸ μυστήριον δέδοται WH Treg NIV ] δέδοται γνῶναι τὸ μυστήριον RP
  45. ΚΑΤΑ ΜΑΡΚΟΝ 4:12 αὐτοῖς WH Treg NIV ] + τὰ ἁμαρτήματα RP