ΚΑΤΑ ΜΑΡΚΟΝ 15:15-22
SBL Greek New Testament
15 ὁ δὲ Πιλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκεν τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ.
16 Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστιν πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν. 17 καὶ [a]ἐνδιδύσκουσιν αὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον· 18 καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν· Χαῖρε, [b]βασιλεῦ τῶν Ἰουδαίων· 19 καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ. 20 καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια [c]τὰ ἴδια. καὶ ἐξάγουσιν αὐτὸν ἵνα [d]σταυρώσωσιν αὐτόν.
21 Καὶ ἀγγαρεύουσιν παράγοντά τινα Σίμωνα Κυρηναῖον ἐρχόμενον ἀπ’ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. 22 καὶ φέρουσιν αὐτὸν ἐπὶ [e]τὸν [f]Γολγοθᾶν τόπον, ὅ ἐστιν [g]μεθερμηνευόμενον Κρανίου Τόπος.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΡΚΟΝ 15:17 ἐνδιδύσκουσιν WH Treg NIV ] ἐνδύουσιν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 15:18 βασιλεῦ WH Treg NIV ] ὁ βασιλεὺς RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 15:20 τὰ ἴδια Treg RP ] αὐτοῦ WH NIV
- ΚΑΤΑ ΜΑΡΚΟΝ 15:20 σταυρώσωσιν WH NIV RP ] σταυρώσουσιν Treg
- ΚΑΤΑ ΜΑΡΚΟΝ 15:22 τὸν WH Treg NIV ] – RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 15:22 Γολγοθᾶν WH NIV ] Γολγοθᾶ Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 15:22 μεθερμηνευόμενον Treg NIV RP ] μεθερμηνευόμενος WH
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software