ΚΑΤΑ ΜΑΡΚΟΝ 10:1-22
SBL Greek New Testament
10 Καὶ ἐκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας [a]καὶ πέραν τοῦ Ἰορδάνου, καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν, καὶ ὡς εἰώθει πάλιν ἐδίδασκεν αὐτούς.
2 [b]Καὶ [c]ἐπηρώτων αὐτὸν εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν. 3 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Τί ὑμῖν ἐνετείλατο Μωϋσῆς; 4 οἱ δὲ εἶπαν· [d]Ἐπέτρεψεν Μωϋσῆς βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι. 5 [e]ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην· 6 ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν [f]αὐτούς· 7 ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα [g]καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, 8 καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ μία σάρξ· 9 ὃ οὖν ὁ θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω.
10 Καὶ [h]εἰς τὴν οἰκίαν πάλιν οἱ μαθηταὶ [i]περὶ τούτου [j]ἐπηρώτων αὐτόν. 11 καὶ λέγει αὐτοῖς· Ὃς [k]ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην μοιχᾶται ἐπ’ αὐτήν, 12 καὶ ἐὰν [l]αὐτὴ ἀπολύσασα τὸν ἄνδρα αὐτῆς γαμήσῃ ἄλλον μοιχᾶται.
13 Καὶ προσέφερον αὐτῷ παιδία ἵνα [m]αὐτῶν ἅψηται· οἱ δὲ μαθηταὶ [n]ἐπετίμησαν αὐτοῖς. 14 ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησεν καὶ εἶπεν αὐτοῖς· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ. 15 ἀμὴν λέγω ὑμῖν, ὃς [o]ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. 16 καὶ ἐναγκαλισάμενος αὐτὰ [p]κατευλόγει τιθεὶς τὰς χεῖρας ἐπ’ αὐτά.
17 Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδὸν προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν· Διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω; 18 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός. 19 τὰς ἐντολὰς οἶδας· Μὴ [q]φονεύσῃς, Μὴ μοιχεύσῃς, Μὴ κλέψῃς, Μὴ ψευδομαρτυρήσῃς, Μὴ ἀποστερήσῃς, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα. 20 ὁ δὲ [r]ἔφη αὐτῷ· Διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. 21 ὁ δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτὸν καὶ εἶπεν αὐτῷ· Ἕν [s]σε ὑστερεῖ· ὕπαγε ὅσα ἔχεις πώλησον καὶ δὸς [t]τοῖς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει [u]μοι. 22 ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθεν λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΡΚΟΝ 10:1 καὶ WH Treg NIV ] διὰ τοῦ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 10:2 Καὶ Holmes WHmarg ] + προσελθόντες Φαρισαῖοι WH Treg NIV RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 10:2 ἐπηρώτων WH Treg NIV ] ἐπηρώτησαν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 10:4 Ἐπέτρεψεν Μωϋσῆς WH Treg NIV ] Μωϋσῆς ἐπέτρεψεν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 10:5 ὁ δὲ WH Treg NIV ] Καὶ ἀποκριθεὶς ὁ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 10:6 αὐτούς WH Treg NIV ] + ὁ θεός RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 10:7 καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ Treg NIV RP ] – WH
- ΚΑΤΑ ΜΑΡΚΟΝ 10:10 εἰς τὴν οἰκίαν WH Treg NIV ] ἐν τῇ οἰκίᾳ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 10:10 περὶ τούτου WH Treg NIV ] αὐτοῦ περὶ τοῦ αὐτοῦ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 10:10 ἐπηρώτων WH NIV ] ἐπηρώτησαν Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 10:11 ἂν WH Treg NIV ] ἐὰν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 10:12 αὐτὴ ἀπολύσασα τὸν ἄνδρα αὐτῆς γαμήσῃ ἄλλον WH Treg NIV ] ἐὰν γυνὴ ἀπολύσῃ τὸν ἄνδρα αὐτῆς καὶ γαμηθῇ ἄλλῳ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 10:13 αὐτῶν ἅψηται WH NIV ] ἅψηται αὐτῶν Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 10:13 ἐπετίμησαν αὐτοῖς WH NIV ] ἐπετίμων τοῖς προσφέρουσιν Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 10:15 ἂν WH Treg NIV ] ἐὰν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 10:16 κατευλόγει τιθεὶς … αὐτά WH NIV ] κατηυλόγει τιθεὶς … αὐτά Treg; τιθεὶς … αὐτά, εὐλόγει αὐτά RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 10:19 φονεύσῃς Μὴ μοιχεύσῃς WH NIV ] μοιχεύσῃς μὴ φονεύσῃς Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 10:20 ἔφη WH NIV ] ἀποκριθεὶς ἔφη Treg; ἀποκριθεὶς εἶπεν RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 10:21 σε WH NIV ] σοι Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 10:21 τοῖς WH NIV ] Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 10:21 μοι WH Treg NIV ] + ἄρας τὸν σταυρόν RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software