ΚΑΤΑ ΛΟΥΚΑΝ 9:1-11
SBL Greek New Testament
9 Συγκαλεσάμενος δὲ τοὺς δώδεκα ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν, 2 καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ θεοῦ καὶ ἰᾶσθαι [a]τοὺς ἀσθενεῖς, 3 καὶ εἶπεν πρὸς αὐτούς· Μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε [b]ῥάβδον μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον, μήτε [c]ἀνὰ δύο χιτῶνας ἔχειν. 4 καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε. 5 καὶ ὅσοι [d]ἂν μὴ [e]δέχωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως [f]ἐκείνης τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν [g]ἀποτινάσσετε εἰς μαρτύριον ἐπ’ αὐτούς. 6 ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.
7 Ἤκουσεν δὲ Ἡρῴδης ὁ τετραάρχης τὰ [h]γινόμενα πάντα, καὶ διηπόρει διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι Ἰωάννης [i]ἠγέρθη ἐκ νεκρῶν, 8 ὑπό τινων δὲ ὅτι Ἠλίας ἐφάνη, ἄλλων δὲ ὅτι προφήτης [j]τις τῶν ἀρχαίων ἀνέστη. 9 [k]εἶπεν δὲ [l]ὁ Ἡρῴδης· Ἰωάννην ἐγὼ ἀπεκεφάλισα· τίς δέ ἐστιν οὗτος περὶ [m]οὗ ἀκούω τοιαῦτα; καὶ ἐζήτει ἰδεῖν αὐτόν.
10 Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατ’ ἰδίαν εἰς [n]πόλιν καλουμένην Βηθσαϊδά. 11 οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ. καὶ [o]ἀποδεξάμενος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο.
Read full chapterFootnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 9:2 τοὺς ἀσθενεῖς Treg NIV ] – WH; τοὺς ἀσθενοῦντας RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 9:3 ῥάβδον WH Treg NIV ] ῥάβδους RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 9:3 ἀνὰ Treg NIV RP ] – WH
- ΚΑΤΑ ΛΟΥΚΑΝ 9:5 ἂν WH Treg NIV ] ἐάν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 9:5 δέχωνται WH Treg NIV ] δέξωνται RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 9:5 ἐκείνης WH Treg NIV ] + καὶ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 9:5 ἀποτινάσσετε WH NIV ] ἀποτινάξατε Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 9:7 γινόμενα WH Treg NIV ] + ὑπ᾽ αὐτοῦ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 9:7 ἠγέρθη WH Treg NIV ] ἐγήγερται RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 9:8 τις WH Treg NIV ] εἷς RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 9:9 εἶπεν δὲ WH Treg NIV ] Καὶ εἶπεν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 9:9 ὁ WH RP ] – Treg NIV
- ΚΑΤΑ ΛΟΥΚΑΝ 9:9 οὗ WH NIV ] + ἐγὼ Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 9:10 πόλιν καλουμένην Βηθσαϊδά WH Treg NIV ] τόπον ἔρημον πόλεως καλουμένης Βηθσαϊδάν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 9:11 ἀποδεξάμενος WH Treg NIV ] δεξάμενος RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software