ΚΑΤΑ ΛΟΥΚΑΝ 7:39-50
SBL Greek New Testament
39 ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων· Οὗτος εἰ [a]ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν. 40 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν· Σίμων, ἔχω σοί τι εἰπεῖν. ὁ δέ· [b]Διδάσκαλε, εἰπέ, φησίν. 41 δύο χρεοφειλέται ἦσαν δανιστῇ τινι· ὁ εἷς ὤφειλεν δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. 42 μὴ [c]ἐχόντων αὐτῶν ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο. τίς οὖν [d]αὐτῶν πλεῖον [e]ἀγαπήσει αὐτόν; 43 [f]ἀποκριθεὶς Σίμων εἶπεν· Ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. ὁ δὲ εἶπεν αὐτῷ· Ὀρθῶς ἔκρινας. 44 καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη· Βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ [g]μοι ἐπὶ [h]πόδας οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας καὶ ταῖς [i]θριξὶν αὐτῆς ἐξέμαξεν. 45 φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφ’ ἧς εἰσῆλθον οὐ διέλιπεν καταφιλοῦσά μου τοὺς πόδας. 46 ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψεν [j]τοὺς πόδας μου. 47 οὗ χάριν, λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ. 48 εἶπεν δὲ αὐτῇ· Ἀφέωνταί σου αἱ ἁμαρτίαι. 49 καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς· Τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν; 50 εἶπεν δὲ πρὸς τὴν γυναῖκα· Ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.
Read full chapterFootnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 7:39 ἦν Treg NIV RP ] + ὁ WH
- ΚΑΤΑ ΛΟΥΚΑΝ 7:40 Διδάσκαλε εἰπέ φησίν WH Treg NIV ] φησίν Διδάσκαλε εἰπέ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 7:42 ἐχόντων WH Treg NIV ] + δὲ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 7:42 αὐτῶν WH Treg NIV ] + εἶπέ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 7:42 ἀγαπήσει αὐτόν WH Treg NIV ] αὐτὸν ἀγαπήσει RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 7:43 ἀποκριθεὶς WH NIV ] + ὁ Treg; + δὲ ὁ RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 7:44 μοι WH Treg NIV ] – RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 7:44 πόδας WH Treg NIV ] τοὺς πόδας μου RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 7:44 θριξὶν WH Treg NIV ] + τὴς κεφαλῆς RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 7:46 τοὺς πόδας μου WH Treg NIV ] μου τοὺς πόδας RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software