Add parallel Print Page Options

40 Δύνοντος δὲ τοῦ ἡλίου [a]ἅπαντες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις ἤγαγον αὐτοὺς πρὸς αὐτόν· ὁ δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας [b]ἐπιτιθεὶς ἐθεράπευεν αὐτούς. 41 ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν [c]κραυγάζοντα καὶ λέγοντα ὅτι Σὺ [d]εἶ ὁ υἱὸς τοῦ θεοῦ. καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν, ὅτι ᾔδεισαν τὸν χριστὸν αὐτὸν εἶναι.

42 Γενομένης δὲ ἡμέρας ἐξελθὼν ἐπορεύθη εἰς ἔρημον τόπον· καὶ οἱ ὄχλοι ἐπεζήτουν αὐτόν, καὶ ἦλθον ἕως αὐτοῦ, καὶ κατεῖχον αὐτὸν τοῦ μὴ πορεύεσθαι ἀπ’ αὐτῶν. 43 ὁ δὲ εἶπεν πρὸς αὐτοὺς ὅτι Καὶ ταῖς ἑτέραις πόλεσιν εὐαγγελίσασθαί με δεῖ τὴν βασιλείαν τοῦ θεοῦ, ὅτι [e]ἐπὶ τοῦτο [f]ἀπεστάλην. 44 καὶ ἦν κηρύσσων [g]εἰς τὰς συναγωγὰς τῆς [h]Ἰουδαίας.

Ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ [i]καὶ ἀκούειν τὸν λόγον τοῦ θεοῦ καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρὲτ, καὶ εἶδεν [j]δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην, οἱ δὲ ἁλιεῖς [k]ἀπ’ αὐτῶν ἀποβάντες [l]ἔπλυνον τὰ δίκτυα. ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ [m]ἦν Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον, [n]καθίσας δὲ ἐκ τοῦ πλοίου ἐδίδασκεν τοὺς ὄχλους. ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπεν πρὸς τὸν Σίμωνα· Ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. καὶ ἀποκριθεὶς [o]Σίμων [p]εἶπεν· Ἐπιστάτα, δι’ [q]ὅλης νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν, ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω [r]τὰ δίκτυα. καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ, [s]διερρήσσετο δὲ [t]τὰ δίκτυα αὐτῶν. καὶ κατένευσαν τοῖς [u]μετόχοις ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον, καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα ὥστε βυθίζεσθαι αὐτά. ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσεν τοῖς γόνασιν Ἰησοῦ λέγων· Ἔξελθε ἀπ’ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, κύριε· θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων [v]ὧν συνέλαβον, 10 ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. καὶ εἶπεν πρὸς τὸν Σίμωνα [w]ὁ Ἰησοῦς· Μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. 11 καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν ἀφέντες [x]πάντα ἠκολούθησαν αὐτῷ.

12 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας· [y]καὶ ἰδὼν τὸν Ἰησοῦν πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτοῦ λέγων· Κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. 13 καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ [z]εἰπών· Θέλω, καθαρίσθητι· καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπ’ αὐτοῦ. 14 καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν, ἀλλὰ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ, καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου καθὼς προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς. 15 διήρχετο δὲ μᾶλλον ὁ λόγος περὶ αὐτοῦ, καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν καὶ [aa]θεραπεύεσθαι ἀπὸ τῶν ἀσθενειῶν αὐτῶν· 16 αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις καὶ προσευχόμενος.

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:40 ἅπαντες WH NIV ] πάντες Treg RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:40 ἐπιτιθεὶς ἐθεράπευεν WH Treg NIV ] ἐπιθεὶς ἐθεράπευσεν RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:41 κραυγάζοντα NIV ] κράζοντα WH Treg RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:41 εἶ WH Treg NIV ] + ὁ χριστὸς RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:43 ἐπὶ WH Treg NIV ] εἰς RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:43 ἀπεστάλην WH Treg NIV ] ἀπεστάλμαι RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:44 εἰς τὰς συναγωγὰς WH Treg NIV ] ἐν ταῖς συναγωγαῖς RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 4:44 Ἰουδαίας WH NIV ] Γαλιλαίας Treg RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:1 καὶ WH Treg NIV ] τοῦ RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:2 δύο πλοῖα Treg NIV RP ] πλοῖα δύο WH
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:2 ἀπ᾽ αὐτῶν ἀποβάντες WH Treg NIV ] ἀποβάντες ἀπ᾽ αὐτῶν RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:2 ἔπλυνον WH Treg NIV ] ἀπέπλυναν RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:3 ἦν WH Treg NIV ] + τοῦ RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:3 καθίσας δὲ ἐκ τοῦ πλοίου ἐδίδασκεν WH NIV ] καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου Treg RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:5 Σίμων WH Treg NIV ] ὁ Σίμων RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:5 εἶπεν WH NIV ] + αὐτῷ Treg RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:5 ὅλης WH Treg NIV ] + τῆς RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:5 τὰ δίκτυα WH Treg NIV ] τὸ δίκτυον RP
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:6 διερρήσσετο WH Treg NIV ] διερρήγνυτο RP
  20. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:6 τὰ δίκτυα WH Treg NIV ] τὸ δίκτυον RP
  21. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:7 μετόχοις WH Treg NIV ] + τοῖς RP
  22. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:9 ὧν WH Treg NIV ] ᾗ RP
  23. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:10 Treg NIV RP ] – WH
  24. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:11 πάντα WH Treg NIV ] ἅπαντα RP
  25. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:12 καὶ ἰδὼν Treg RP ] ἰδὼν δὲ WH NIV
  26. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:13 εἰπών RP ] λέγων WH Treg NIV
  27. ΚΑΤΑ ΛΟΥΚΑΝ 5:15 θεραπεύεσθαι WH Treg NIV ] + ὑπ᾽ αὐτοῦ RP