Add parallel Print Page Options

21 ἐφοβούμην γάρ σε ὅτι ἄνθρωπος αὐστηρὸς εἶ, αἴρεις ὃ οὐκ ἔθηκας καὶ θερίζεις ὃ οὐκ ἔσπειρας. 22 [a]λέγει αὐτῷ· Ἐκ τοῦ στόματός σου κρίνω σε, πονηρὲ δοῦλε· ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρων ὃ οὐκ ἔθηκα καὶ θερίζων ὃ οὐκ ἔσπειρα; 23 καὶ διὰ τί οὐκ ἔδωκάς [b]μου τὸ ἀργύριον ἐπὶ τράπεζαν; κἀγὼ ἐλθὼν σὺν τόκῳ ἂν [c]αὐτὸ ἔπραξα. 24 καὶ τοῖς παρεστῶσιν εἶπεν· Ἄρατε ἀπ’ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι— 25 καὶ εἶπαν αὐτῷ· Κύριε, ἔχει δέκα μνᾶς— 26 [d]λέγω ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει [e]ἀρθήσεται. 27 πλὴν τοὺς ἐχθρούς μου [f]τούτους τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ’ αὐτοὺς ἀγάγετε ὧδε καὶ κατασφάξατε [g]αὐτοὺς ἔμπροσθέν μου.

28 Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς Ἱεροσόλυμα.

29 Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλεν δύο τῶν [h]μαθητῶν 30 [i]λέγων· Ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφ’ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν, [j]καὶ λύσαντες αὐτὸν ἀγάγετε. 31 καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ· Διὰ τί λύετε; οὕτως [k]ἐρεῖτε ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει. 32 ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς. 33 λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπαν οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς· Τί λύετε τὸν πῶλον; 34 οἱ δὲ εἶπαν [l]ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει. 35 καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιρίψαντες [m]αὐτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν· 36 πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια [n]ἑαυτῶν ἐν τῇ ὁδῷ. 37 ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ Ὄρους τῶν Ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶ [o]πασῶν ὧν εἶδον δυνάμεων, 38 λέγοντες· Εὐλογημένος ὁ ἐρχόμενος [p]βασιλεὺς ἐν ὀνόματι κυρίου· [q]ἐν οὐρανῷ εἰρήνη καὶ δόξα ἐν ὑψίστοις. 39 καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπαν πρὸς αὐτόν· Διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου. 40 καὶ ἀποκριθεὶς [r]εἶπεν· Λέγω ὑμῖν, [s]ὅτι ἐὰν οὗτοι [t]σιωπήσουσιν, οἱ λίθοι [u]κράξουσιν.

41 Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ’ [v]αὐτήν, 42 λέγων ὅτι Εἰ ἔγνως [w]ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ σὺ τὰ πρὸς [x]εἰρήνην— νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου. 43 ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ [y]παρεμβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν,

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:22 λέγει WH Treg NIV ] + δὲ RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:23 μου τὸ ἀργύριον WH Treg NIV ] τὸ ἀργύριόν μου RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:23 αὐτὸ ἔπραξα WH Treg NIV ] ἔπραξα αὐτό RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:26 λέγω WH NIV ] + γὰρ Treg RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:26 ἀρθήσεται WH NIV ] + ἀπ᾽ αὐτοῦ Treg RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:27 τούτους WH Treg NIV ] ἐκείνους RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:27 αὐτοὺς WH Treg NIV ] – RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:29 μαθητῶν WH NIV ] + αὐτοῦ Treg RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:30 λέγων WH Treg NIV ] εἰπών RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:30 καὶ WH Treg NIV ] – RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:31 ἐρεῖτε WH Treg NIV ] + αὐτῷ RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:34 ὅτι WH Treg NIV ] – RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:35 αὐτῶν WH Treg NIV ] – RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:36 ἑαυτῶν WH Treg ] αὐτῶν NIV RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:37 πασῶν WH NIV RP ] πάντων Treg
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:38 βασιλεὺς WH NIV ] ὁ βασιλεὺς Treg RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:38 ἐν οὐρανῷ εἰρήνη WH Treg NIV ] εἰρήνη ἐν οὐρανῷ RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:40 εἶπεν WH NIV ] + αὐτοῖς Treg RP
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:40 ὅτι Treg RP ] – WH NIV
  20. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:40 σιωπήσουσιν WH Treg NIV ] σιωπήσωσιν RP
  21. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:40 κράξουσιν WH Treg NIV ] κεκράξονται RP
  22. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:41 αὐτήν WH Treg NIV ] αὐτῇ RP
  23. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:42 ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ σὺ WH NIV ] καὶ σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ Treg; καὶ σύ καί γε ἐν τῇ ἡμέρᾳ σου RP
  24. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:42 εἰρήνην WH NIV ] + σου Treg RP
  25. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:43 παρεμβαλοῦσιν WH Treg NIV ] περιβαλοῦσιν RP