Add parallel Print Page Options

Ἔλεγεν δὲ ταύτην τὴν παραβολήν. Συκῆν εἶχέν τις [a]πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὐτοῦ, καὶ ἦλθεν ζητῶν καρπὸν ἐν αὐτῇ καὶ οὐχ εὗρεν. εἶπεν δὲ πρὸς τὸν ἀμπελουργόν· Ἰδοὺ τρία ἔτη [b]ἀφ’ οὗ ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω· [c]ἔκκοψον αὐτήν· ἱνατί καὶ τὴν γῆν καταργεῖ; ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ· Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια· κἂν μὲν ποιήσῃ καρπὸν [d]εἰς τὸ μέλλον— εἰ δὲ μήγε, ἐκκόψεις αὐτήν.

10 Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασιν. 11 καὶ ἰδοὺ [e]γυνὴ πνεῦμα ἔχουσα ἀσθενείας ἔτη [f]δεκαοκτώ, καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές. 12 ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησεν καὶ εἶπεν αὐτῇ· Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου, 13 καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη, καὶ ἐδόξαζεν τὸν θεόν. 14 ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγεν τῷ ὄχλῳ [g]ὅτι Ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν [h]αὐταῖς οὖν ἐρχόμενοι θεραπεύεσθε καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου. 15 ἀπεκρίθη [i]δὲ αὐτῷ ὁ κύριος καὶ εἶπεν· Ὑποκριταί, ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης καὶ [j]ἀπαγαγὼν ποτίζει; 16 ταύτην δὲ θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ Σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου; 17 καὶ ταῦτα λέγοντος αὐτοῦ κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσιν τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ’ αὐτοῦ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:6 πεφυτευμένην ἐν … αὐτοῦ WH Treg NIV ] ἐν … αὐτοῦ πεφυτευμένην RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:7 ἀφ᾽ οὗ WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:7 ἔκκοψον WH Treg NIV RP ] + οὖν NA
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:9 εἰς τὸ μέλλον — εἰ δὲ μήγε, WH Treg NIV ] εἰ δὲ μήγε, εἰς τὸ μέλλον RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:11 γυνὴ WH Treg NIV ] + ἦν RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:11 δεκαοκτώ WH NIV ] δέκα καὶ ὀκτὼ RP Treg
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:14 ὅτι WH NIV ] – Treg RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:14 αὐταῖς WH Treg NIV ] ταύταις RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:15 δὲ WH Treg NIV ] οὖν RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:15 ἀπαγαγὼν Treg NIV RP ] ἀπάγων WH