Add parallel Print Page Options

13 Εἶπεν δέ τις [a]ἐκ τοῦ ὄχλου αὐτῷ· Διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι μετ’ ἐμοῦ τὴν κληρονομίαν. 14 ὁ δὲ εἶπεν αὐτῷ· Ἄνθρωπε, τίς με κατέστησεν [b]κριτὴν ἢ μεριστὴν ἐφ’ ὑμᾶς; 15 εἶπεν δὲ πρὸς αὐτούς· Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ [c]πάσης πλεονεξίας, ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ [d]αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόντων [e]αὐτῷ. 16 εἶπεν δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων· Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα. 17 καὶ διελογίζετο ἐν [f]ἑαυτῷ λέγων· Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου; 18 καὶ εἶπεν· Τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα [g]τὸν σῖτον καὶ τὰ ἀγαθά μου, 19 καὶ ἐρῶ τῇ ψυχῇ μου· Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου. 20 εἶπεν δὲ αὐτῷ ὁ θεός· [h]Ἄφρων, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου [i]ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται; 21 οὕτως ὁ θησαυρίζων [j]ἑαυτῷ καὶ μὴ εἰς θεὸν πλουτῶν.

22 Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· Διὰ τοῦτο [k]λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ [l]ψυχῇ τί φάγητε, μηδὲ τῷ [m]σώματι τί ἐνδύσησθε. 23 [n]γὰρ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος. 24 κατανοήσατε τοὺς κόρακας ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, οἷς οὐκ ἔστιν ταμεῖον οὐδὲ ἀποθήκη, καὶ ὁ θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν. 25 τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται [o]ἐπὶ τὴν ἡλικίαν αὐτοῦ προσθεῖναι [p]πῆχυν; 26 εἰ οὖν [q]οὐδὲ ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε; 27 κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω δὲ ὑμῖν, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. 28 εἰ δὲ [r]ἐν ἀγρῷ τὸν χόρτον ὄντα σήμερον καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ θεὸς οὕτως [s]ἀμφιέζει, πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι. 29 καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε [t]καὶ τί πίητε, καὶ μὴ μετεωρίζεσθε, 30 ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου [u]ἐπιζητοῦσιν, ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων. 31 πλὴν ζητεῖτε τὴν βασιλείαν [v]αὐτοῦ, καὶ [w]ταῦτα προστεθήσεται ὑμῖν.

32 Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν. 33 πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην· ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθείρει· 34 ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.

35 Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι, 36 καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν πότε ἀναλύσῃ ἐκ τῶν γάμων, ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωσιν αὐτῷ. 37 μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας· ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτοὺς καὶ παρελθὼν διακονήσει αὐτοῖς. 38 [x]κἂν ἐν τῇ δευτέρᾳ κἂν ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ καὶ εὕρῃ οὕτως, μακάριοί [y]εἰσιν ἐκεῖνοι.

39 Τοῦτο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, [z]οὐκ ἂν ἀφῆκεν [aa]διορυχθῆναι τὸν οἶκον αὐτοῦ. 40 καὶ [ab]ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:13 ἐκ τοῦ ὄχλου αὐτῷ WH NIV ] αὐτῷ ἐκ τοῦ ὄχλου Treg RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:14 κριτὴν WH Treg NIV ] δικαστὴν RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:15 πάσης WH Treg NIV ] τῆς RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:15 αὐτοῦ WH Treg NIV ] αὐτῷ RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:15 αὐτῷ WH Treg NIV ] αὐτοῦ RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:17 ἑαυτῷ Treg NIV RP ] αὑτῷ WH
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:18 τὸν σῖτον WH Treg NIV ] τὰ γενήματά μου RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:20 Ἄφρων WH Treg NIV ] Ἄφρον RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:20 ἀπαιτοῦσιν NIV RP ] αἰτοῦσιν WH Treg
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:21 ἑαυτῷ Treg NIV RP ] αὑτῷ WH
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:22 λέγω ὑμῖν WH Treg NIV ] ὑμῖν λέγω RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:22 ψυχῇ WH Treg NIV ] + ὑμῶν RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:22 σώματι Treg NIV RP ] + ὑμῶν WH
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:23 γὰρ WH Treg NIV ] – RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:25 ἐπὶ … αὐτοῦ προσθεῖναι WH NIV ] προσθεῖναι ἐπὶ … αὐτοῦ Treg RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:25 πῆχυν WH NA ] + ἕνα Treg NIV RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:26 οὐδὲ WH Treg NIV ] οὐτὲ RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:28 ἐν ἀγρῷ τὸν χόρτον ὄντα σήμερον WH NIV ] τὸν χόρτον σήμερον ἐν τῷ ἀγρῷ ὄντα Treg; τὸν χόρτον ἐν τῷ ἀγρῷ σήμερον ὄντα RP
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:28 ἀμφιέζει WH Treg NIV ] ἀμφιέννυσιν RP
  20. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:29 καὶ WH Treg NIV ] ἢ RP
  21. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:30 ἐπιζητοῦσιν WH Treg NIV ] ἐπιζητεῖ RP
  22. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:31 αὐτοῦ WH Treg NIV ] τοῦ θεοῦ RP
  23. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:31 ταῦτα WH Treg NIV ] + πάντα RP
  24. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:38 κἂν ἐν τῇ δευτέρᾳ κἂν WH Treg NIV ] Καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ καὶ RP
  25. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:38 εἰσιν WH NIV ] + οἱ δοῦλοι Treg RP
  26. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:39 οὐκ ἂν NIV ] ἐγρηγόρησεν ἂν καὶ οὐκ WH Treg; ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν RP
  27. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:39 διορυχθῆναι WH NIV ] διορυγῆναι Treg RP
  28. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:40 ὑμεῖς WH Treg NIV ] + οὖν RP