Add parallel Print Page Options

37 Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς, καὶ ἔκραξεν λέγων· Ἐάν τις διψᾷ ἐρχέσθω πρός με καὶ πινέτω. 38 ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. 39 τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος [a]οὗ ἔμελλον λαμβάνειν οἱ [b]πιστεύσαντες εἰς αὐτόν· οὔπω γὰρ ἦν [c]πνεῦμα, ὅτι Ἰησοῦς [d]οὐδέπω ἐδοξάσθη.

40 [e]Ἐκ τοῦ ὄχλου οὖν ἀκούσαντες [f]τῶν λόγων τούτων [g]ἔλεγον· Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης· 41 ἄλλοι ἔλεγον· Οὗτός ἐστιν ὁ χριστός· [h]οἱ δὲ ἔλεγον· Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ χριστὸς ἔρχεται; 42 [i]οὐχ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυὶδ, καὶ ἀπὸ Βηθλέεμ τῆς κώμης ὅπου ἦν Δαυὶδ, [j]ἔρχεται ὁ χριστός; 43 σχίσμα οὖν [k]ἐγένετο ἐν τῷ ὄχλῳ δι’ αὐτόν. 44 τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ’ οὐδεὶς [l]ἐπέβαλεν ἐπ’ αὐτὸν τὰς χεῖρας.

45 Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· Διὰ τί οὐκ ἠγάγετε αὐτόν; 46 ἀπεκρίθησαν οἱ ὑπηρέται· Οὐδέποτε [m]ἐλάλησεν οὕτως [n]ἄνθρωπος. 47 ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι· Μὴ καὶ ὑμεῖς πεπλάνησθε; 48 μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων; 49 ἀλλὰ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον [o]ἐπάρατοί εἰσιν. 50 λέγει Νικόδημος πρὸς αὐτούς, ὁ [p]ἐλθὼν πρὸς αὐτὸν [q]πρότερον, εἷς ὢν ἐξ αὐτῶν· 51 Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον ἐὰν μὴ ἀκούσῃ [r]πρῶτον παρ’ αὐτοῦ καὶ γνῷ τί ποιεῖ; 52 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐραύνησον καὶ ἴδε ὅτι [s]ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ [t]ἐγείρεται.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:39 οὗ WH Treg RP ] ὃ NIV
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:39 πιστεύσαντες WH Treg NIV ] πιστεύοντες RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:39 πνεῦμα WH NA ] + ἅγιον Treg RP; + δεδομένον NIV
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:39 οὐδέπω NIV RP ] οὔπω WH Treg
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:40 Ἐκ τοῦ ὄχλου οὖν WH Treg NIV ] Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:40 τῶν λόγων τούτων WH Treg NIV ] τὸν λόγον RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:40 ἔλεγον Treg NIV RP ] + ὅτι WH
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:41 οἱ δὲ WH Treg NIV ] Ἄλλοι RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:42 οὐχ WH Treg NIV ] Οὐχὶ RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:42 ἔρχεται ὁ χριστός WH Treg NIV ] ὁ χριστός ἔρχεται RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:43 ἐγένετο ἐν τῷ ὄχλῳ WH Treg NIV ] ἐν τῷ ὄχλῳ ἐγένετο RP
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:44 ἐπέβαλεν NIV RP ] ἔβαλεν WH Treg
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:46 ἐλάλησεν οὕτως WH Treg NIV] οὕτως ἐλάλησεν RP
  14. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:46 ἄνθρωπος WH NIV] + ὡς οὗτος ὁ ἄνθρωπος Treg RP
  15. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:49 ἐπάρατοί WH Treg NIV ] ἐπικατάρατοί RP
  16. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:50 ἐλθὼν WH Treg NIV ] + νυκτὸς RP
  17. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:50 πρότερον WH Treg ] τὸ πρότερον NIV; – RP
  18. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:51 πρῶτον παρ᾽ αὐτοῦ WH Treg NIV] παρ᾽ αὐτοῦ πρότερον RP
  19. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:52 ἐκ τῆς Γαλιλαίας προφήτης WH Treg NIV ] προφήτης ἐκ τῆς Γαλιλαίας RP
  20. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:52 ἐγείρεται WH Treg NIV ] ἐγηγέρται RP; + 7:53–8:11 RP: 53 καὶ ἐπορεύθη ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ· 8:1 Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν Ἐλαιῶν. 2 Ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν, καὶ πᾶς ὁ λαὸς ἤρχετο· καὶ καθίσας ἐδίδασκεν αὐτούς. 3 ἄγουσιν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι πρὸς αὐτὸν γυναῖκα ἐν μοιχείᾳ καταλήφθεισαν· καὶ στήσαντες αὐτὴν ἐν μέσῳ, 4 λέγουσιν αὐτῷ, πειράζοντες· Διδάσκαλε, αὕτη ἡ γυνὴ κατελήφθη ἐπʼ αὐτοφόρῳ μοιχευομένη. 5 ἐν δὲ τῷ νόμῳ Μωσῆς ἡμῖν ἐνετείλατο τὰς τοιαύτας λιθοβολεῖσθαι· σὺ οὖν τί λέγεις; 6 τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν, ἵνα ἔχωσιν κατηγορεῖν αὐτοῦ. ὁ δὲ Ἰησοῦς κάτω κύψας, τῷ δακτύλῳ ἔγραφεν εἰς τὴν γῆν, μὴ προσποιούμενος. 7 ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν, ἀνακύψας εἶπεν πρὸς αὐτούς· Ὁ ἀναμάρτητος ὑμῶν, πρῶτον ἐπʼ αὐτὴν τὸν λίθον βαλέτω. 8 καὶ πάλιν κάτω κύψας ἔγραφεν εἰς τὴν γῆν. 9 οἱ δέ, ἀκούσαντες, καὶ ὑπὸ τῆς συνειδήσεως ἐλεγχόμενοι, ἐξήρχοντο εἷς καθʼ εἷς, ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων· καὶ κατελείφθη μόνος ὁ Ἰησοῦς, καὶ ἡ γυνὴ ἐν μέσῳ οὖσα. 10 ἀνακύψας δὲ ὁ Ἰησοῦς, καὶ μηδένα θεασάμενος πλὴν τὴς γυναικός, εἶπεν αὐτῇ· Ποῦ εἰσιν ἐκεῖνοι οἱ κατήγοροί σου; Οὐδείς σε κατέκρινεν; 11 ἡ δὲ εἶπεν· Οὐδείς, κύριε. εἶπεν δὲ ὁ Ἰησοῦς· Οὐδὲ ἐγώ σε κρίνω· πορεύου καὶ μηκέτι ἁμάρτανε.