Add parallel Print Page Options

Καὶ [a]μετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς ἐν τῇ Γαλιλαίᾳ, οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ σκηνοπηγία. εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· Μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου [b]θεωρήσουσιν [c]σοῦ τὰ ἔργα ἃ ποιεῖς· οὐδεὶς γάρ [d]τι ἐν κρυπτῷ ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι· εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ. οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος. οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς, ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν. ὑμεῖς ἀνάβητε εἰς τὴν [e]ἑορτήν· ἐγὼ [f]οὐκ ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ [g]ἐμὸς καιρὸς οὔπω πεπλήρωται. ταῦτα [h]δὲ εἰπὼν [i]αὐτὸς ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ.

10 Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ [j]εἰς τὴν ἑορτήν, τότε καὶ αὐτὸς ἀνέβη, οὐ φανερῶς ἀλλὰ ὡς ἐν κρυπτῷ. 11 οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον· Ποῦ ἐστιν ἐκεῖνος; 12 καὶ γογγυσμὸς [k]περὶ αὐτοῦ ἦν πολὺς ἐν τοῖς ὄχλοις· οἱ μὲν ἔλεγον ὅτι Ἀγαθός ἐστιν, ἄλλοι [l]δὲ ἔλεγον· Οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. 13 οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων.

14 Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης [m]ἀνέβη Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν. 15 [n]ἐθαύμαζον οὖν οἱ Ἰουδαῖοι λέγοντες· Πῶς οὗτος γράμματα οἶδεν μὴ μεμαθηκώς; 16 ἀπεκρίθη οὖν αὐτοῖς [o]ὁ Ἰησοῦς καὶ εἶπεν· Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ ἀλλὰ τοῦ πέμψαντός με· 17 ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς πότερον ἐκ τοῦ θεοῦ ἐστιν ἢ ἐγὼ ἀπ’ ἐμαυτοῦ λαλῶ. 18 ὁ ἀφ’ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτὸν οὗτος ἀληθής ἐστιν καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:1 μετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς WH Treg NIV ] περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:3 θεωρήσουσιν WH Treg NIV ] θεωρήσωσιν RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:3 σοῦ τὰ ἔργα WH Treg NA ] τὰ ἔργα σου RP; τὰ ἔργα NIV
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:4 τι ἐν κρυπτῷ WH Treg NIV ] ἐν κρυπτῷ τι RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:8 ἑορτήν WH Treg NIV ] + ταύτην RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:8 οὐκ Treg NA ] οὔπω WH NIV RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:8 ἐμὸς καιρὸς WH Treg NIV ] καιρὸς ὁ ἐμὸς RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:9 δὲ WH NIV RP ] – Treg
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:9 αὐτὸς Treg NIV ] αὐτοῖς WH RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:10 εἰς τὴν ἑορτήν τότε καὶ αὐτὸς ἀνέβη WH Treg NIV ] τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:12 περὶ αὐτοῦ ἦν πολὺς WH Treg NIV ] πολὺς περὶ αὐτοῦ ἦν RP
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:12 δὲ WH Treg NIV ] – RP
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:14 ἀνέβη WH Treg NIV ] + ὁ RP
  14. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:15 ἐθαύμαζον οὖν WH Treg NIV ] Καὶ ἐθαύμαζον RP
  15. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:16 NIV RP ] – WH Treg