ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:35-71
SBL Greek New Testament
35 [a]Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρὸς ἐμὲ οὐ μὴ πεινάσῃ, καὶ ὁ πιστεύων εἰς [b]ἐμὲ οὐ μὴ [c]διψήσει πώποτε. 36 ἀλλ’ εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με καὶ οὐ πιστεύετε. 37 πᾶν ὃ δίδωσίν μοι ὁ πατὴρ πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμενον πρός [d]με οὐ μὴ ἐκβάλω ἔξω, 38 ὅτι καταβέβηκα [e]ἀπὸ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με· 39 τοῦτο δέ ἐστιν τὸ θέλημα τοῦ πέμψαντός [f]με ἵνα πᾶν ὃ δέδωκέν μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ ἀλλὰ ἀναστήσω [g]αὐτὸ τῇ ἐσχάτῃ ἡμέρᾳ. 40 τοῦτο [h]γάρ ἐστιν τὸ θέλημα τοῦ [i]πατρός μου ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν [j]ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ.
41 Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι εἶπεν· Ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ, 42 καὶ ἔλεγον· [k]Οὐχ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; πῶς [l]νῦν [m]λέγει ὅτι Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα; 43 [n]ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Μὴ γογγύζετε μετ’ ἀλλήλων. 44 οὐδεὶς δύναται ἐλθεῖν πρός [o]με ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 45 ἔστιν γεγραμμένον ἐν τοῖς προφήταις· Καὶ ἔσονται πάντες διδακτοὶ θεοῦ· [p]πᾶς ὁ [q]ἀκούσας παρὰ τοῦ πατρὸς καὶ μαθὼν ἔρχεται πρὸς [r]ἐμέ. 46 οὐχ ὅτι τὸν πατέρα [s]ἑώρακέν τις εἰ μὴ ὁ ὢν παρὰ τοῦ θεοῦ, οὗτος ἑώρακεν τὸν πατέρα. 47 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ [t]πιστεύων ἔχει ζωὴν αἰώνιον. 48 ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· 49 οἱ πατέρες ὑμῶν ἔφαγον [u]ἐν τῇ ἐρήμῳ τὸ μάννα καὶ ἀπέθανον· 50 οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ· 51 ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου [v]ζήσει εἰς τὸν αἰῶνα, καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού [w]ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.
52 Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες· Πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα [x]αὐτοῦ φαγεῖν; 53 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. 54 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ. 55 ἡ γὰρ σάρξ μου [y]ἀληθής ἐστι βρῶσις, καὶ τὸ αἷμά μου [z]ἀληθής ἐστι πόσις. 56 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ. 57 καθὼς ἀπέστειλέν με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος [aa]ζήσει δι’ ἐμέ. 58 οὗτός ἐστιν ὁ ἄρτος ὁ [ab]ἐξ οὐρανοῦ καταβάς, οὐ καθὼς ἔφαγον οἱ [ac]πατέρες καὶ ἀπέθανον· ὁ τρώγων τοῦτον τὸν ἄρτον [ad]ζήσει εἰς τὸν αἰῶνα. 59 ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καφαρναούμ.
60 Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπαν· Σκληρός ἐστιν [ae]ὁ λόγος οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν; 61 εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ εἶπεν αὐτοῖς· Τοῦτο ὑμᾶς σκανδαλίζει; 62 ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; 63 τὸ πνεῦμά ἐστιν τὸ ζῳοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἃ ἐγὼ [af]λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν. 64 ἀλλὰ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν. ᾔδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν. 65 καὶ ἔλεγεν· Διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ [ag]πατρός.
66 Ἐκ τούτου πολλοὶ [ah]ἐκ [ai]τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ’ αὐτοῦ περιεπάτουν. 67 εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα· Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; 68 [aj]ἀπεκρίθη αὐτῷ Σίμων Πέτρος· Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις, 69 καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ [ak]ἅγιος τοῦ [al]θεοῦ. 70 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην; καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν. 71 ἔλεγεν δὲ τὸν Ἰούδαν Σίμωνος [am]Ἰσκαριώτου· οὗτος γὰρ ἔμελλεν [an]παραδιδόναι αὐτόν, [ao]εἷς ἐκ τῶν δώδεκα.
Read full chapterFootnotes
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:35 Εἶπεν WH Treg NA ] + οὖν NIV; + δὲ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:35 ἐμὲ WH Treg NIV ] με RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:35 διψήσει WH Treg NIV ] διψήσῃ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:37 με WH Treg RP ] ἐμὲ NIV
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:38 ἀπὸ WH Treg NIV ] ἐκ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:39 με WH Treg NIV ] + πατρός RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:39 αὐτὸ WH Treg RP ] + ἐν NIV
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:40 γάρ WH Treg NIV ] δέ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:40 πατρός μου WH Treg NIV ] πέμψαντός με RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:40 ἐγὼ WH Treg RP ] + ἐν NIV
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:42 Οὐχ NIV RP ] Οὐχὶ WH Treg
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:42 νῦν WH Treg NIV ] οὖν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:42 λέγει WH Treg NIV ] + οὗτος RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:43 ἀπεκρίθη WH Treg NIV ] + οὖν ὁ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:44 με WH Treg NIV ] ἐμέ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:45 πᾶς WH Treg NIV ] + οὖν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:45 ἀκούσας WH Treg NIV ] ἀκούων RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:45 ἐμέ WH Treg NIV ] με RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:46 ἑώρακέν τις WH Treg NIV ] τις ἑώρακεν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:47 πιστεύων WH NIV ] + εἰς ἐμέ Treg RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:49 ἐν τῇ ἐρήμῳ τὸ μάννα WH Treg NIV ] τὸ μάννα ἐν τῇ ἐρήμῳ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:51 ζήσει WH NIV ] ζήσεται Treg RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:51 ἐστιν WH Treg NIV ] + ἣν ἐγὼ δώσω RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:52 αὐτοῦ WH NIV ] – Treg RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:55 *ἀληθής WH Treg NIV ] ἀληθῶς RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:55 *ἀληθής WH Treg NIV ] ἀληθῶς RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:57 ζήσει WH Treg NIV ] ζήσεται RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:58 ἐξ WH Treg NIV ] ἐκ τοῦ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:58 πατέρες WH Treg NA ] + ὑμῶν τὸ μάννα NIV RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:58 ζήσει WH Treg NIV ] ζήσεται RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:60 ὁ λόγος οὗτος WH Treg NIV ] οὗτος ὁ λόγος RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:63 λελάληκα WH Treg NIV ] λαλῶ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:65 πατρός WH Treg NIV ] + μου RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:66 ἐκ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:66 τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον WH Treg NIV ] ἀπῆλθον τῶν μαθητῶν αὐτοῦ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:68 ἀπεκρίθη WH Treg NIV ] + οὖν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:69 ἅγιος WH Treg NIV ] χριστὸς ὁ υἱὸς RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:69 θεοῦ WH Treg NIV ] + τοῦ ζῶντος RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:71 Ἰσκαριώτου WH Treg NIV ] Ἰσκαριώτην RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:71 παραδιδόναι αὐτόν WH Treg NIV ] αὐτόν παραδιδόναι RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:71 εἷς WH Treg NIV ] + ὢν RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software