ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:22-27
SBL Greek New Testament
22 Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης [a]εἶδον ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ [b]ἕν, καὶ ὅτι οὐ συνεισῆλθεν τοῖς μαθηταῖς αὐτοῦ ὁ Ἰησοῦς εἰς τὸ [c]πλοῖον ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον· 23 [d]ἀλλὰ ἦλθεν [e]πλοιάρια ἐκ Τιβεριάδος ἐγγὺς τοῦ τόπου ὅπου ἔφαγον τὸν ἄρτον εὐχαριστήσαντος τοῦ κυρίου. 24 ὅτε οὖν εἶδεν ὁ ὄχλος ὅτι Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, ἐνέβησαν αὐτοὶ εἰς τὰ [f]πλοιάρια καὶ ἦλθον εἰς Καφαρναοὺμ ζητοῦντες τὸν Ἰησοῦν.
25 Καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης εἶπον αὐτῷ· Ῥαββί, πότε ὧδε γέγονας; 26 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με οὐχ ὅτι εἴδετε σημεῖα ἀλλ’ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε· 27 ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει, τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ θεός.
Read full chapterFootnotes
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:22 εἶδον WH Treg NIV ] ἰδὼν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:22 ἕν WH Treg NIV ] + ἐκεῖνο εἰς ὃ ἐνέβησαν οἱ μαθηταὶ αὐτοῦ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:22 πλοῖον WH Treg NIV ] πλοιάριον RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:23 ἀλλὰ WH Treg ] ἄλλα NIV; ἄλλα δὲ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:23 πλοιάρια Treg NIV RP ] πλοῖα WH
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:24 πλοιάρια WH Treg NIV ] πλοῖα RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software