Add parallel Print Page Options

41 δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω, 42 ἀλλὰ ἔγνωκα ὑμᾶς ὅτι τὴν ἀγάπην τοῦ θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς. 43 ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήμψεσθε. 44 πῶς δύνασθε ὑμεῖς πιστεῦσαι, δόξαν παρ’ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου θεοῦ οὐ ζητεῖτε; 45 μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωϋσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. 46 εἰ γὰρ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί, περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν. 47 εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασιν πιστεύσετε;

Μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος. [a]ἠκολούθει δὲ αὐτῷ ὄχλος πολύς, ὅτι [b]ἐθεώρουν τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων. ἀνῆλθεν δὲ εἰς τὸ [c]ὄρος Ἰησοῦς, καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ. ἦν δὲ ἐγγὺς τὸ πάσχα, ἡ ἑορτὴ τῶν Ἰουδαίων. ἐπάρας οὖν [d]τοὺς ὀφθαλμοὺς ὁ Ἰησοῦς καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτὸν λέγει [e]πρὸς Φίλιππον· Πόθεν [f]ἀγοράσωμεν ἄρτους ἵνα φάγωσιν οὗτοι; τοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν, αὐτὸς γὰρ ᾔδει τί ἔμελλεν ποιεῖν. ἀπεκρίθη [g]αὐτῷ Φίλιππος· Διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα [h]ἕκαστος βραχύ [i]τι λάβῃ. λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου· Ἔστιν [j]παιδάριον ὧδε [k]ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους;

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:2 ἠκολούθει δὲ WH Treg NIV ] καὶ ἠκολούθει RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:2 ἐθεώρουν WH Treg NIV ] ἑώρων αὐτοῦ RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:3 ὄρος WH Treg NIV ] + ὁ RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:5 τοὺς ὀφθαλμοὺς ὁ Ἰησοῦς WH Treg NIV ] ὁ Ἰησοῦς τοὺς ὀφθαλμοὺς RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:5 πρὸς WH Treg NIV ] + τὸν RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:5 ἀγοράσωμεν WH Treg NIV ] ἀγοράσομεν RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:7 αὐτῷ WH Treg RP ] + ὁ NIV
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:7 ἕκαστος WH Treg NIV ] + αὐτῶν RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:7 τι RP NIV ] – WH Treg
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:9 παιδάριον WH Treg NIV ] + ἓν RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:9 ὃς WH Treg NIV ] ὃ RP