ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:1-18
SBL Greek New Testament
5 Μετὰ ταῦτα [a]ἦν ἑορτὴ τῶν Ἰουδαίων, καὶ [b]ἀνέβη Ἰησοῦς εἰς Ἱεροσόλυμα. 2 ἔστιν δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα ἡ ἐπιλεγομένη Ἑβραϊστὶ [c]Βηθεσδά, πέντε στοὰς ἔχουσα· 3 ἐν ταύταις κατέκειτο [d]πλῆθος τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, [e]ξηρῶν. 5 ἦν δέ τις ἄνθρωπος ἐκεῖ [f]τριάκοντα ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ [g]αὐτοῦ· 6 τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ· Θέλεις ὑγιὴς γενέσθαι; 7 ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν· Κύριε, ἄνθρωπον οὐκ ἔχω ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ ἄλλος πρὸ ἐμοῦ καταβαίνει. 8 λέγει αὐτῷ ὁ Ἰησοῦς· [h]Ἔγειρε ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. 9 καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος καὶ ἦρε τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει.
Ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. 10 ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ· Σάββατόν ἐστιν, [i]καὶ οὐκ ἔξεστίν σοι ἆραι τὸν [j]κράβαττον. 11 [k]ὃς δὲ ἀπεκρίθη αὐτοῖς· Ὁ ποιήσας με ὑγιῆ ἐκεῖνός μοι εἶπεν Ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. 12 ἠρώτησαν [l]οὖν αὐτόν· Τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι· [m]Ἆρον καὶ περιπάτει; 13 ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν, ὁ γὰρ Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ. 14 μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ· Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν [n]σοί τι γένηται. 15 ἀπῆλθεν ὁ ἄνθρωπος καὶ [o]ἀνήγγειλεν τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ. 16 καὶ διὰ τοῦτο ἐδίωκον [p]οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ. 17 ὁ [q]δὲ ἀπεκρίνατο αὐτοῖς· Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι. 18 διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγε τὸν θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ θεῷ.
Read full chapterFootnotes
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:1 ἦν WH Treg NIV ] + ἡ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:1 ἀνέβη WH Treg NIV ] + ὁ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:2 Βηθεσδά Treg NIV RP ] Βηθζαθά WH NA
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:3 πλῆθος WH Treg NIV ] + πολὺ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:3 ξηρῶν WH Treg NIV ] + ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. 4 ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐτάρασσεν τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος, ὑγιὴς ἐγίνετο, ᾧ δήποτε κατείχετο νοσήματι. RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:5 τριάκοντα Treg RP ] + καὶ WH NIV
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:5 αὐτοῦ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:8 Ἔγειρε WH Treg NIV ] Ἔγειραι RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:10 καὶ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:10 κράβαττον WH Treg RP ] + σου NIV
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:11 ὃς δὲ WH Treg] ὁ δὲ NIV; – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:12 οὖν Treg RP ] – WH NIV
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:12 Ἆρον WH NIV ] + τὸν κράβαττόν σου Treg RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:14 σοί τι WH Treg NIV ] τί σοι RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:15 ἀνήγγειλεν Treg NIV RP ] εἶπεν WH
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:16 οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν WH Treg NIV ] τὸν Ἰησοῦν οἱ Ἰουδαῖοι καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:17 δὲ WH ] + Ἰησοῦς Treg NIV RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software