Font Size
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:1-6
SBL Greek New Testament
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:1-6
SBL Greek New Testament
2 Καὶ τῇ [a]ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανὰ τῆς Γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ· 2 ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον. 3 καὶ ὑστερήσαντος οἴνου λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν· Οἶνον οὐκ ἔχουσιν. 4 [b]καὶ λέγει αὐτῇ ὁ Ἰησοῦς· Τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου. 5 λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις· [c]Ὅ τι ἂν λέγῃ ὑμῖν ποιήσατε. 6 ἦσαν δὲ ἐκεῖ [d]λίθιναι ὑδρίαι ἓξ [e]κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων κείμεναι, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς.
Read full chapterFootnotes
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:1 ἡμέρᾳ τῇ τρίτῃ WH NIV RP] τρίτῃ ἡμέρᾳ Treg
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:4 καὶ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:5 Ὅ τι Treg NIV RP ] Ὅτι WH
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:6 λίθιναι ὑδρίαι WH Treg NIV ] ὑδρίαι λίθιναι RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:6 κατὰ … Ἰουδαίων κείμεναι WH Treg NIV ] κείμεναι κατὰ … Ἰουδαίων RP
SBL Greek New Testament (SBLGNT)
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software