Add parallel Print Page Options

38 Μετὰ [a]δὲ ταῦτα ἠρώτησεν τὸν Πιλᾶτον Ἰωσὴφ [b]ἀπὸ Ἁριμαθαίας, ὢν μαθητὴς τοῦ Ἰησοῦ κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψεν ὁ Πιλᾶτος. ἦλθεν οὖν καὶ ἦρεν τὸ σῶμα [c]αὐτοῦ. 39 ἦλθεν δὲ καὶ Νικόδημος, ὁ ἐλθὼν πρὸς [d]αὐτὸν νυκτὸς τὸ πρῶτον, φέρων [e]μίγμα σμύρνης καὶ ἀλόης ὡς λίτρας ἑκατόν. 40 ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ καὶ ἔδησαν [f]αὐτὸ ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶν τοῖς Ἰουδαίοις ἐνταφιάζειν. 41 ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινόν, ἐν ᾧ οὐδέπω οὐδεὶς [g]ἦν τεθειμένος· 42 ἐκεῖ οὖν διὰ τὴν παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰησοῦν.

20 Τῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς· Ἦραν τὸν κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητής, καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος μαθητὴς προέδραμεν τάχιον τοῦ Πέτρου καὶ ἦλθεν πρῶτος εἰς τὸ μνημεῖον, καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια, οὐ μέντοι εἰσῆλθεν. ἔρχεται οὖν [h]καὶ Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον· καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα, καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον· τότε οὖν εἰσῆλθεν καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδεν καὶ ἐπίστευσεν· οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. 10 ἀπῆλθον οὖν πάλιν πρὸς [i]αὑτοὺς οἱ μαθηταί.

11 Μαρία δὲ εἱστήκει πρὸς [j]τῷ μνημείῳ ἔξω κλαίουσα. ὡς οὖν ἔκλαιεν παρέκυψεν εἰς τὸ μνημεῖον, 12 καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ. 13 καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι· Γύναι, τί κλαίεις; λέγει αὐτοῖς ὅτι Ἦραν τὸν κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν. 14 [k]ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς ἐστιν. 15 λέγει [l]αὐτῇ Ἰησοῦς· Γύναι, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστιν λέγει αὐτῷ· Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ. 16 λέγει [m]αὐτῇ Ἰησοῦς· [n]Μαριάμ. στραφεῖσα ἐκείνη λέγει αὐτῷ [o]Ἑβραϊστί· Ραββουνι (ὃ λέγεται Διδάσκαλε). 17 λέγει [p]αὐτῇ Ἰησοῦς· Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν [q]πατέρα· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς· Ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν. 18 ἔρχεται [r]Μαριὰμ ἡ Μαγδαληνὴ [s]ἀγγέλλουσα τοῖς μαθηταῖς ὅτι [t]Ἑώρακα τὸν κύριον καὶ ταῦτα εἶπεν αὐτῇ.

19 Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ [u]μιᾷ σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ [v]μαθηταὶ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. 20 καὶ τοῦτο εἰπὼν [w]ἔδειξεν τὰς χεῖρας καὶ τὴν πλευρὰν [x]αὐτοῖς. ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν κύριον.

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:38 δὲ WH Treg NIV ] – RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:38 ἀπὸ WH Treg ] ὁ ἀπὸ NIV RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:38 αὐτοῦ WH Treg NIV ] τοῦ Ἰησοῦ RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:39 αὐτὸν WH Treg NIV ] τὸν Ἰησοῦν RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:39 μίγμα Treg NIV RP ] ἕλιγμα WH
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:40 αὐτὸ WH Treg NIV ] + ἐν RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:41 ἦν τεθειμένος WH NIV ] ἐτέθη Treg RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:6 καὶ WH Treg NIV ] – RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:10 αὑτοὺς WH ] αὐτοὺς Treg NIV; ἑαυτοὺς RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:11 τῷ μνημείῳ ἔξω κλαίουσα WH Treg NIV ] τὸ μνημεῖον κλαίουσα ἔξω RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:14 ταῦτα WH Treg NIV ] Καὶ ταῦτα RP
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:15 αὐτῇ WH Treg NIV ] + ὁ RP
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:16 αὐτῇ WH Treg NIV ] + ὁ RP
  14. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:16 Μαριάμ WH Treg NIV ] Μαρία RP
  15. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:16 Ἑβραϊστί WH Treg NIV ] – RP
  16. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:17 αὐτῇ WH Treg NIV ] + ὁ RP
  17. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:17 πατέρα WH Treg NIV ] + μου RP
  18. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:18 Μαριὰμ WH Treg NIV ] Μαρία RP
  19. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:18 ἀγγέλλουσα WH Treg NIV ] ἀπαγγέλλουσα RP
  20. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:18 Ἑώρακα WH Treg NIV ] ἑώρακεν RP
  21. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:19 μιᾷ WH Treg NIV ] + τῶν RP
  22. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:19 μαθηταὶ WH Treg NIV ] + συνηγμένοι RP
  23. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:20 ἔδειξεν NIV ] + καὶ WH Treg; + αὐτοῖς RP
  24. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:20 αὐτοῖς WH Treg NIV ] αὐτοῦ RP