ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16
SBL Greek New Testament
16 Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. 2 ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ θεῷ. 3 καὶ ταῦτα ποιήσουσιν ὅτι οὐκ ἔγνωσαν τὸν πατέρα οὐδὲ ἐμέ. 4 ἀλλὰ ταῦτα λελάληκα ὑμῖν ἵνα ὅταν ἔλθῃ ἡ ὥρα [a]αὐτῶν μνημονεύητε [b]αὐτῶν ὅτι ἐγὼ εἶπον ὑμῖν.
Ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον, ὅτι μεθ’ ὑμῶν ἤμην. 5 νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με· Ποῦ ὑπάγεις; 6 ἀλλ’ ὅτι ταῦτα λελάληκα ὑμῖν ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. 7 ἀλλ’ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν, συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω. ἐὰν [c]γὰρ μὴ ἀπέλθω, ὁ παράκλητος [d]οὐ μὴ ἔλθῃ πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς. 8 καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως· 9 περὶ ἁμαρτίας μέν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ· 10 περὶ δικαιοσύνης δέ, ὅτι πρὸς τὸν [e]πατέρα ὑπάγω καὶ οὐκέτι θεωρεῖτέ με· 11 περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται.
12 Ἔτι πολλὰ ἔχω [f]ὑμῖν λέγειν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι· 13 ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς [g]ἐν τῇ ἀληθείᾳ πάσῃ, οὐ γὰρ λαλήσει ἀφ’ ἑαυτοῦ, ἀλλ’ ὅσα [h]ἀκούσει λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. 14 ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήμψεται καὶ ἀναγγελεῖ ὑμῖν. 15 πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν· διὰ τοῦτο εἶπον ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν.
16 Μικρὸν καὶ [i]οὐκέτι θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ [j]με. 17 εἶπαν οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους· Τί ἐστιν τοῦτο ὃ λέγει ἡμῖν· Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; καί· [k]Ὅτι ὑπάγω πρὸς τὸν πατέρα; 18 ἔλεγον οὖν· [l]Τί ἐστιν τοῦτο ὃ [m]λέγει μικρόν; οὐκ οἴδαμεν τί λαλεῖ. 19 [n]ἔγνω Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν, καὶ εἶπεν αὐτοῖς· Περὶ τούτου ζητεῖτε μετ’ ἀλλήλων ὅτι εἶπον· Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; 20 ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται· [o]ὑμεῖς λυπηθήσεσθε, ἀλλ’ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται. 21 ἡ γυνὴ ὅταν τίκτῃ λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς θλίψεως διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. 22 καὶ ὑμεῖς οὖν [p]νῦν μὲν λύπην ἔχετε· πάλιν δὲ ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς [q]αἴρει ἀφ’ ὑμῶν. 23 καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν· ἀμὴν ἀμὴν λέγω ὑμῖν, [r]ἄν τι αἰτήσητε τὸν πατέρα [s]δώσει ὑμῖν ἐν τῷ ὀνόματί μου. 24 ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου· αἰτεῖτε καὶ λήμψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη.
25 Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν· [t]ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν ἀλλὰ παρρησίᾳ περὶ τοῦ πατρὸς [u]ἀπαγγελῶ ὑμῖν. 26 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε, καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν πατέρα περὶ ὑμῶν· 27 αὐτὸς γὰρ ὁ πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ τοῦ [v]θεοῦ ἐξῆλθον. 28 ἐξῆλθον [w]ἐκ τοῦ πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν πατέρα.
29 [x]Λέγουσιν οἱ μαθηταὶ αὐτοῦ· Ἴδε νῦν [y]ἐν παρρησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδεμίαν λέγεις. 30 νῦν οἴδαμεν ὅτι οἶδας πάντα καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ· ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ θεοῦ ἐξῆλθες. 31 ἀπεκρίθη [z]αὐτοῖς Ἰησοῦς· Ἄρτι πιστεύετε; 32 ἰδοὺ ἔρχεται ὥρα [aa]καὶ ἐλήλυθεν ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια κἀμὲ μόνον ἀφῆτε· καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ πατὴρ μετ’ ἐμοῦ ἐστιν. 33 ταῦτα λελάληκα ὑμῖν ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε· ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε, ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.
Read full chapterFootnotes
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:4 *αὐτῶν WH Treg NA ] – NIV RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:4 *αὐτῶν WH Treg RP NA ] – NIV
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:7 γὰρ WH Treg NIV ] + ἐγὼ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:7 οὐ μὴ ἔλθῃ WH Treg ] οὐκ ἐλεύσεται NIV RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:10 πατέρα WH Treg NIV ] + μου RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:12 ὑμῖν λέγειν WH Treg NIV ] λέγειν ὑμῖν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:13 ἐν τῇ ἀληθείᾳ πάσῃ NIV] εἰς τὴν ἀλήθειαν πᾶσαν WH Treg; εἰς πᾶσαν τὴν ἀλήθειαν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:13 ἀκούσει Treg NIV ] ἀκούει WH; ἂν ἀκούσῃ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:16 οὐκέτι WH Treg NIV ] οὐ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:16 με WH Treg NIV ] + ὅτι ὑπάγω πρὸς τὸν πατέρα RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:17 Ὅτι WH Treg NIV ] + Ἐγὼ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:18 Τί ἐστιν τοῦτο WH Treg NIV ] Τοῦτο τί ἐστιν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:18 λέγει WH Treg ] + τὸ NIV RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:19 ἔγνω WH Treg ] + ὁ NIV; + οὖν ὁ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:20 ὑμεῖς WH Treg NIV ] + δὲ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:22 νῦν μὲν λύπην WH Treg NIV ] λύπην μὲν νῦν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:22 αἴρει NIV RP ] ἀρεῖ WH Treg
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:23 ἄν τι WH Treg NIV ] ὅτι ὅσα ἄν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:23 δώσει ὑμῖν ἐν τῷ ὀνόματί μου WH Treg ] ἐν τῷ ὀνόματί μου δώσει ὑμῖν NIV RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:25 ἔρχεται WH Treg NIV ] ἀλλ᾽ ἔρχεται RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:25 ἀπαγγελῶ WH Treg NIV ] ἀναγγελῶ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:27 θεοῦ NIV RP ] πατρὸς WH Treg
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:28 ἐκ WH Treg ] παρὰ NIV RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:29 Λέγουσιν WH Treg NIV ] + αὐτῷ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:29 ἐν WH Treg NIV ] – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:31 αὐτοῖς WH Treg NIV ] + ὁ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:32 καὶ WH Treg NIV ] νῦν RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software