ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:21-30
SBL Greek New Testament
21 Ταῦτα εἰπὼν [a]ὁ Ἰησοῦς ἐταράχθη τῷ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. 22 [b]ἔβλεπον εἰς ἀλλήλους οἱ μαθηταὶ ἀπορούμενοι περὶ τίνος λέγει. 23 [c]ἦν ἀνακείμενος εἷς [d]ἐκ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν ἠγάπα ὁ Ἰησοῦς· 24 νεύει οὖν τούτῳ Σίμων Πέτρος [e]πυθέσθαι τίς ἂν εἴη περὶ οὗ λέγει. 25 [f]ἀναπεσὼν ἐκεῖνος οὕτως ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ λέγει αὐτῷ· Κύριε, τίς ἐστιν; 26 [g]ἀποκρίνεται ὁ Ἰησοῦς· Ἐκεῖνός ἐστιν ᾧ ἐγὼ [h]βάψω τὸ ψωμίον [i]καὶ δώσω αὐτῷ· [j]βάψας οὖν τὸ [k]ψωμίον δίδωσιν Ἰούδᾳ Σίμωνος [l]Ἰσκαριώτου. 27 καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς. λέγει οὖν αὐτῷ [m]ὁ Ἰησοῦς· Ὃ ποιεῖς ποίησον τάχιον. 28 τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ· 29 τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον [n]εἶχεν Ἰούδας, ὅτι λέγει αὐτῷ [o]ὁ Ἰησοῦς· Ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν, ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ. 30 λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος [p]ἐξῆλθεν εὐθύς. ἦν δὲ νύξ.
Read full chapterFootnotes
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:21 ὁ NIV RP ] – WH Treg
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:22 ἔβλεπον WH NIV ] + οὖν RP Treg
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:23 ἦν WH Treg NIV ] + δὲ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:23 ἐκ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:24 πυθέσθαι τίς ἂν εἴη NIV RP ] καὶ λέγει αὐτῷ Εἰπὲ τίς ἐστιν WH Treg
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:25 ἀναπεσὼν WH Treg ] ἀναπεσὼν οὖν NIV; ἐπιπεσὼν δὲ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:26 ἀποκρίνεται Treg NIV RP ] + οὖν WH
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:26 βάψω WH Treg NIV ] βάψας RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:26 καὶ δώσω αὐτῷ WH Treg NIV ] ἐπιδώσω RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:26 βάψας οὖν WH Treg NIV ] καὶ ἐμβάψας RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:26 ψωμίον NIV RP ] + λαμβάνει καὶ WH Treg NA
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:26 Ἰσκαριώτου WH Treg NIV ] Ἰσκαριώτῃ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:27 ὁ NIV RP ] – WH Treg
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:29 εἶχεν WH Treg NIV ] + ὁ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:29 ὁ Treg NIV RP ] – WH
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:30 ἐξῆλθεν εὐθύς WH Treg NIV ] εὐθέως ἐξῆλθεν RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software