Add parallel Print Page Options

22 Ἐγένετο [a]τότε τὰ ἐγκαίνια ἐν [b]τοῖς Ἱεροσολύμοις· [c]χειμὼν ἦν, 23 καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ [d]τοῦ Σολομῶνος. 24 ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἔλεγον αὐτῷ· Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; εἰ σὺ εἶ ὁ χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ. 25 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Εἶπον ὑμῖν καὶ οὐ πιστεύετε· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ· 26 ἀλλὰ ὑμεῖς οὐ πιστεύετε, [e]ὅτι οὐκ ἐστὲ ἐκ τῶν προβάτων τῶν [f]ἐμῶν. 27 τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου [g]ἀκούουσιν, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσίν μοι, 28 κἀγὼ [h]δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. 29 ὁ πατήρ μου [i]ὃ δέδωκέν [j]μοι [k]πάντων μεῖζων ἐστιν, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ [l]πατρός. 30 ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν.

31 Ἐβάστασαν [m]οὖν πάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν. 32 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Πολλὰ [n]ἔργα καλὰ ἔδειξα ὑμῖν ἐκ τοῦ [o]πατρός· διὰ ποῖον αὐτῶν ἔργον [p]ἐμὲ λιθάζετε; 33 ἀπεκρίθησαν αὐτῷ οἱ [q]Ἰουδαῖοι· Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν. 34 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Οὐκ ἔστιν γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν [r]ὅτι Ἐγὼ εἶπα· Θεοί ἐστε; 35 εἰ ἐκείνους εἶπεν θεοὺς πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ γραφή, 36 ὃν ὁ πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον· Υἱὸς τοῦ θεοῦ εἰμι; 37 εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου, μὴ πιστεύετέ μοι· 38 εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε τοῖς ἔργοις [s]πιστεύετε, ἵνα γνῶτε καὶ [t]γινώσκητε ὅτι ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν [u]τῷ πατρί. 39 ἐζήτουν οὖν [v]πάλιν αὐτὸν πιάσαι· καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν.

40 Καὶ ἀπῆλθεν πάλιν πέραν τοῦ Ἰορδάνου εἰς τὸν τόπον ὅπου ἦν Ἰωάννης τὸ πρῶτον βαπτίζων, καὶ ἔμεινεν ἐκεῖ. 41 καὶ πολλοὶ ἦλθον πρὸς αὐτὸν καὶ ἔλεγον ὅτι Ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν, πάντα δὲ ὅσα εἶπεν Ἰωάννης περὶ τούτου ἀληθῆ ἦν. 42 καὶ [w]πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν ἐκεῖ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:22 τότε WH NIV ] δὲ Treg RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:22 τοῖς WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:22 χειμὼν WH Treg NIV ] καὶ χειμὼν RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:23 τοῦ WH Treg NIV ] – RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:26 ὅτι οὐκ WH Treg NIV ] οὐ γάρ RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:26 ἐμῶν WH Treg NIV ] + καθὼς εἶπον ὑμῖν RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:27 ἀκούουσιν WH Treg NIV ] ἀκούει RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:28 δίδωμι αὐτοῖς ζωὴν αἰώνιον WH Treg NIV ] ζωὴν αἰώνιον δίδωμι αὐτοῖς RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:29 WH Treg NA ] ὃς NIV RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:29 μοι WH Treg RP NA ] + αὐτὰ NIV
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:29 πάντων μεῖζων Holmes WHmarg ] πάντων μεῖζόν WH Treg NA; μείζων πάντων NIV RP
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:29 πατρός WH NIV ] + μου Treg RP
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:31 οὖν Treg RP ] – WH NIV
  14. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:32 ἔργα καλὰ ἔδειξα ὑμῖν NIV] καλὰ ἔργα ἔδειξα ὑμῖν Treg RP; ἔργα ἔδειξα ὑμῖν καλὰ WH
  15. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:32 πατρός WH NIV ] + μου Treg RP
  16. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:32 ἐμὲ λιθάζετε WH Treg NIV ] λιθάζετε ἐμὲ RP
  17. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:33 Ἰουδαῖοι WH Treg NIV ] + λέγοντες RP
  18. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:34 ὅτι WH Treg NIV ] – RP
  19. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:38 πιστεύετε WH Treg NIV ] πιστεύσατε RP
  20. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:38 γινώσκητε WH Treg NIV ] πιστεύσητε RP
  21. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:38 τῷ πατρί WH Treg NIV ] αὐτῷ RP
  22. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:39 πάλιν αὐτὸν Treg RP ] αὐτὸν πάλιν WH NIV
  23. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:42 πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν ἐκεῖ WH Treg NIV ] ἐπίστευσαν πολλοὶ ἐκεῖ εἰς αὐτόν RP