Font Size
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:25-29
SBL Greek New Testament
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:25-29
SBL Greek New Testament
25 Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα· εἰ γὰρ ἐκεῖνοι οὐκ [a]ἐξέφυγον [b]ἐπὶ γῆς παραιτησάμενοι τὸν χρηματίζοντα, [c]πολὺ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπ’ οὐρανῶν ἀποστρεφόμενοι· 26 οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσεν τότε, νῦν δὲ ἐπήγγελται λέγων· Ἔτι ἅπαξ ἐγὼ [d]σείσω οὐ μόνον τὴν γῆν ἀλλὰ καὶ τὸν οὐρανόν. 27 τὸ δὲ Ἔτι ἅπαξ δηλοῖ [e]τῶν σαλευομένων μετάθεσιν ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα. 28 διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἔχωμεν χάριν, δι’ ἧς [f]λατρεύωμεν εὐαρέστως τῷ θεῷ μετὰ [g]εὐλαβείας καὶ δέους, 29 καὶ γὰρ ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον.
Read full chapterFootnotes
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:25 ἐξέφυγον WH Treg NIV ] ἔφυγον RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:25 ἐπὶ γῆς παραιτησάμενοι τὸν WH Treg NIV ] τὸν ἐπὶ γῆς παραιτησάμενοι RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:25 πολὺ WH Treg NIV ] πολλῷ RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:26 σείσω WH Treg NIV ] σείω RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:27 τῶν σαλευομένων Holmes WHmarg ] τὴν τῶν σαλευομένων WH Treg NIV; τῶν σαλευομένων τὴν RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:28 λατρεύωμεν WH Treg NIV ] λατρεύομεν RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:28 εὐλαβείας καὶ δέους WH Treg NIV ] αἰδοῦς καὶ εὐλαβείας RP
SBL Greek New Testament (SBLGNT)
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software