ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:23-39
SBL Greek New Testament
23 Πίστει Μωϋσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ, διότι εἶδον ἀστεῖον τὸ παιδίον καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως. 24 πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ, 25 μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, 26 μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ, ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν. 27 πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως, τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν. 28 πίστει πεποίηκεν τὸ πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν.
29 Πίστει διέβησαν τὴν Ἐρυθρὰν Θάλασσαν ὡς διὰ ξηρᾶς [a]γῆς, ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν. 30 πίστει τὰ τείχη Ἰεριχὼ [b]ἔπεσαν κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας. 31 πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασιν, δεξαμένη τοὺς κατασκόπους μετ’ εἰρήνης.
32 Καὶ τί ἔτι λέγω; ἐπιλείψει [c]με γὰρ διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ, [d]Σαμψών, Ἰεφθάε, Δαυίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, 33 οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, 34 ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα [e]μαχαίρης, [f]ἐδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· 35 ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· 36 ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· 37 ἐλιθάσθησαν, [g]ἐπρίσθησαν, ἐν φόνῳ [h]μαχαίρης ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, 38 ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος [i]ἐπὶ ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς· 39 [j]καὶ πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν,
Read full chapterFootnotes
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:29 γῆς WH Treg NIV ] – RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:30 ἔπεσαν WH Treg NIV ] ἔπεσεν RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:32 με γὰρ WH Treg NIV ] γὰρ με RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:32 Σαμψών WH Treg NIV ] τε καὶ Σαμψών καὶ RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:34 μαχαίρης WH Treg NIV ] μαχαίρας RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:34 ἐδυναμώθησαν WH Treg NIV ] ἐνεδυναμώθησαν RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:37 ἐπρίσθησαν Treg NIV ] ἐπειράσθησαν ἐπρίσθησαν WH; ἐπρίσθησαν ἐπειράσθησαν RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:37 μαχαίρης WH Treg NIV ] μαχαίρας RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:38 ἐπὶ WH Treg NIV ] ἐν RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:39 καὶ Holmes ] + οὗτοι WH Treg NIV RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software