Add parallel Print Page Options

11 Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. 12 ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον [a]ἵνα τῷ σταυρῷ τοῦ [b]Χριστοῦ [c]μὴ διώκωνται· 13 οὐδὲ γὰρ οἱ [d]περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. 14 ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται [e]κἀγὼ κόσμῳ.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:12 ἵνα WH Treg NIV] + μὴ RP
  2. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:12 Χριστοῦ NIV Treg RP] + Ἰησοῦ WH
  3. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:12 μὴ WH Treg NIV] – RP
  4. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:13 περιτεμνόμενοι WH Treg NIV] περιτετμημένοι RP
  5. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6:14 κἀγὼ WH Treg NIV] + τῷ RP