Add parallel Print Page Options

12 Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς, ἀδελφοί, δέομαι ὑμῶν. οὐδέν με ἠδικήσατε· 13 οἴδατε δὲ ὅτι δι’ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον, 14 καὶ τὸν πειρασμὸν [a]ὑμῶν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε, ἀλλὰ ὡς ἄγγελον θεοῦ ἐδέξασθέ με, ὡς Χριστὸν Ἰησοῦν. 15 [b]ποῦ [c]οὖν ὁ μακαρισμὸς ὑμῶν; μαρτυρῶ γὰρ ὑμῖν ὅτι εἰ δυνατὸν τοὺς ὀφθαλμοὺς ὑμῶν [d]ἐξορύξαντες ἐδώκατέ μοι. 16 ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν; 17 ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε. 18 καλὸν [e]δὲ ζηλοῦσθαι ἐν καλῷ πάντοτε, καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς, 19 [f]τέκνα μου, οὓς πάλιν ὠδίνω [g]μέχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν· 20 ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι, καὶ ἀλλάξαι τὴν φωνήν μου, ὅτι ἀποροῦμαι ἐν ὑμῖν.

21 Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε; 22 γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας· 23 ἀλλ’ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας [h]δι’ ἐπαγγελίας. 24 ἅτινά ἐστιν ἀλληγορούμενα· αὗται γάρ εἰσιν δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἁγάρ, 25 τὸ [i]δὲ Ἁγὰρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἰερουσαλήμ, δουλεύει [j]γὰρ μετὰ τῶν τέκνων αὐτῆς· 26 ἡ δὲ ἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶν [k]μήτηρ ἡμῶν· 27 γέγραπται γάρ· Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. 28 [l]ὑμεῖς δέ, ἀδελφοί, κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐστέ· 29 ἀλλ’ ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκε τὸν κατὰ πνεῦμα, οὕτως καὶ νῦν. 30 ἀλλὰ τί λέγει ἡ γραφή; Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς, οὐ γὰρ μὴ [m]κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας. 31 [n]διό, ἀδελφοί, οὐκ ἐσμὲν παιδίσκης τέκνα ἀλλὰ τῆς ἐλευθέρας.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:14 ὑμῶν WH Treg NIV] μου τὸν RP
  2. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:15 ποῦ WH Treg NIV] Τίς RP
  3. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:15 οὖν WH Treg NIV] + ἦν RP
  4. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:15 ἐξορύξαντες WH Treg NIV] + ἂν RP
  5. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:18 δὲ WH Treg NIV] + τὸ RP
  6. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:19 τέκνα Treg NIV] τεκνία WH RP
  7. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:19 μέχρις WH Treg NIV] ἄχρι RP
  8. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:23 δι᾽ WH Treg NIV] διὰ τῆς RP
  9. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:25 δὲ WH NIV] γὰρ RP Treg
  10. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:25 γὰρ WH Treg NIV] δὲ RP
  11. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:26 μήτηρ WH Treg NIV] + πάντων RP
  12. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:28 ὑμεῖς δέ … τέκνα ἐστέ Treg NIV] ἡμεῖς δὲ … τέκνα ἐσμέν WH RP
  13. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:30 κληρονομήσει WH Treg NIV] κληρονομήσῃ RP
  14. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4:31 διό WH Treg NIV] Ἄρα RP