Add parallel Print Page Options

18 Ἔπειτα μετὰ [a]ἔτη τρία ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι [b]Κηφᾶν, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε· 19 ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου. 20 ἃ δὲ γράφω ὑμῖν, ἰδοὺ ἐνώπιον τοῦ θεοῦ ὅτι οὐ ψεύδομαι. 21 ἔπειτα ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ τῆς Κιλικίας. 22 ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ ταῖς ἐκκλησίαις τῆς Ἰουδαίας ταῖς ἐν Χριστῷ, 23 μόνον δὲ ἀκούοντες ἦσαν ὅτι Ὁ διώκων ἡμᾶς ποτε νῦν εὐαγγελίζεται τὴν πίστιν ἥν ποτε ἐπόρθει, 24 καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸν θεόν.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 1:18 ἔτη τρία Treg NIV RP] τρία ἔτη WH
  2. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 1:18 Κηφᾶν WH Treg NIV] Πέτρον RP