Add parallel Print Page Options

Οἱ δοῦλοι, ὑπακούετε τοῖς [a]κατὰ σάρκα κυρίοις μετὰ φόβου καὶ τρόμου ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν ὡς τῷ Χριστῷ, μὴ κατ’ ὀφθαλμοδουλίαν ὡς ἀνθρωπάρεσκοι ἀλλ’ ὡς [b]δοῦλοι Χριστοῦ ποιοῦντες τὸ θέλημα τοῦ θεοῦ, ἐκ ψυχῆς μετ’ εὐνοίας δουλεύοντες, ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις, εἰδότες ὅτι [c]ἕκαστος, ὃ ἂν ποιήσῃ ἀγαθόν, τοῦτο [d]κομίσεται [e]παρὰ κυρίου, εἴτε δοῦλος εἴτε ἐλεύθερος.

Καὶ οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς, ἀνιέντες τὴν ἀπειλήν, εἰδότες ὅτι καὶ [f]αὐτῶν καὶ ὑμῶν ὁ κύριός ἐστιν ἐν οὐρανοῖς, καὶ προσωπολημψία οὐκ ἔστιν παρ’ αὐτῷ.

10 [g]Τοῦ λοιποῦ ἐνδυναμοῦσθε ἐν κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. 11 ἐνδύσασθε τὴν πανοπλίαν τοῦ θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου· 12 ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ [h]σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. 13 διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:5 κατὰ σάρκα κυρίοις WH Treg NIV ] κυρίοις κατὰ σάρκα RP
  2. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:6 δοῦλοι WH Treg NIV ] + τοῦ RP
  3. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:8 ἕκαστος ὃ ἂν Treg ] ἕκαστος ἐάν τι WH NIV; ὃ ἐάν τι ἕκαστος RP
  4. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:8 κομίσεται WH Treg NIV ] κομιεῖται RP
  5. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:8 παρὰ WH Treg NIV ] + τοῦ RP
  6. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:9 αὐτῶν καὶ ὑμῶν WH Treg NIV ] ὑμῶν αὐτῶν RP
  7. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:10 Τοῦ λοιποῦ WH Treg NIV ] Τὸ λοιπόν ἀδελφοί μου RP
  8. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:12 σκότους WH Treg NIV ] + τοῦ αἰῶνος RP