Add parallel Print Page Options

Πορνεία δὲ καὶ [a]ἀκαθαρσία πᾶσα ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις, καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία, [b]ἃ οὐκ ἀνῆκεν, ἀλλὰ μᾶλλον εὐχαριστία. τοῦτο γὰρ [c]ἴστε γινώσκοντες ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, [d]ὅ ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ.

Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις, διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν· ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε, ὁ γὰρ καρπὸς τοῦ [e]φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ, 10 δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ· 11 καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε, 12 τὰ γὰρ κρυφῇ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν· 13 τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται, 14 πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν. διὸ λέγει· Ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.

15 Βλέπετε οὖν [f]ἀκριβῶς πῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι ἀλλ’ ὡς σοφοί, 16 ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. 17 διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ [g]συνίετε τί τὸ θέλημα τοῦ κυρίου·

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:3 ἀκαθαρσία πᾶσα WH Treg NIV ] πᾶσα ἀκαθαρσία RP
  2. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:4 ἃ οὐκ ἀνῆκεν WH Treg NIV ] τὰ οὐκ ἀνήκοντα RP
  3. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:5 ἴστε WH Treg NIV ] ἔστε RP
  4. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:5 WH Treg NIV ] ὅς RP
  5. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:9 φωτὸς WH Treg NIV ] πνεύματος RP
  6. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:15 ἀκριβῶς πῶς WH NIV ] πῶς ἀκριβῶς Treg RP
  7. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:17 συνίετε WH Treg NIV ] συνιέντες RP