Add parallel Print Page Options

19 Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλῶ εἶναι ἐν Κορίνθῳ Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη [a]ἐλθεῖν εἰς Ἔφεσον καὶ [b]εὑρεῖν τινας μαθητάς, εἶπέν [c]τε πρὸς αὐτούς· Εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; οἱ [d]δὲ πρὸς αὐτόν· Ἀλλ’ οὐδ’ εἰ πνεῦμα ἅγιον ἔστιν ἠκούσαμεν. εἶπέν [e]τε· Εἰς τί οὖν ἐβαπτίσθητε; οἱ δὲ εἶπαν· Εἰς τὸ Ἰωάννου βάπτισμα. εἶπεν δὲ Παῦλος· [f]Ἰωάννης ἐβάπτισεν βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ’ αὐτὸν ἵνα πιστεύσωσιν, τοῦτ’ ἔστιν εἰς [g]τὸν Ἰησοῦν. ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ· καὶ ἐπιθέντος αὐτοῖς τοῦ [h]Παύλου χεῖρας ἦλθε τὸ πνεῦμα τὸ ἅγιον ἐπ’ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ ἐπροφήτευον. ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ [i]δώδεκα.

Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ [j]πείθων περὶ τῆς βασιλείας τοῦ θεοῦ. ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπ’ αὐτῶν ἀφώρισεν τοὺς μαθητάς, καθ’ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ [k]Τυράννου. 10 τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ [l]κυρίου, Ἰουδαίους τε καὶ Ἕλληνας.

11 Δυνάμεις τε οὐ τὰς τυχούσας [m]ὁ θεὸς ἐποίει διὰ τῶν χειρῶν Παύλου, 12 ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας [n]ἀποφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια καὶ ἀπαλλάσσεσθαι ἀπ’ αὐτῶν τὰς νόσους, τά τε πνεύματα τὰ πονηρὰ [o]ἐκπορεύεσθαι. 13 ἐπεχείρησαν δέ τινες [p]καὶ τῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ λέγοντες· [q]Ὁρκίζω ὑμᾶς τὸν Ἰησοῦν [r]ὃν Παῦλος κηρύσσει. 14 ἦσαν δέ [s]τινος Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ [t]υἱοὶ τοῦτο ποιοῦντες. 15 ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπεν [u]αὐτοῖς· [v]Τὸν Ἰησοῦν γινώσκω καὶ τὸν Παῦλον ἐπίσταμαι, ὑμεῖς δὲ τίνες ἐστέ; 16 καὶ [w]ἐφαλόμενος [x]ὁ ἄνθρωπος ἐπ’ αὐτοὺς ἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρὸν [y]κατακυριεύσας ἀμφοτέρων ἴσχυσεν κατ’ αὐτῶν, ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου. 17 τοῦτο δὲ ἐγένετο γνωστὸν πᾶσιν Ἰουδαίοις τε καὶ Ἕλλησιν τοῖς κατοικοῦσιν τὴν Ἔφεσον, καὶ [z]ἐπέπεσεν φόβος ἐπὶ πάντας αὐτούς, καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ. 18 πολλοί τε τῶν πεπιστευκότων ἤρχοντο ἐξομολογούμενοι καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν. 19 ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων συνενέγκαντες τὰς βίβλους κατέκαιον ἐνώπιον πάντων· καὶ συνεψήφισαν τὰς τιμὰς αὐτῶν καὶ εὗρον ἀργυρίου μυριάδας πέντε. 20 οὕτως κατὰ κράτος [aa]τοῦ κυρίου ὁ λόγος ηὔξανεν καὶ ἴσχυεν.

Read full chapter

Footnotes

  1. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 19:1 ἐλθεῖν WH Treg RP ] κατελθεῖν NIV
  2. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 19:1 εὑρεῖν WH Treg NIV ] εὑρών RP
  3. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 19:2 τε WH Treg NIV ] – RP
  4. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 19:2 δὲ WH Treg NIV ] + εἶπον RP
  5. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 19:3 τε WH Treg NIV ] + πρὸς αὐτούς RP
  6. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 19:4 Ἰωάννης WH Treg NIV ] + μὲν RP
  7. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 19:4 τὸν WH Treg NIV ] + χριστὸν RP
  8. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 19:6 Παύλου WH Treg NIV ] + τὰς RP
  9. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 19:7 δώδεκα WH Treg NIV ] δεκαδύο RP
  10. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 19:8 πείθων WH Treg ] + τὰ NIV RP
  11. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 19:9 Τυράννου WH Treg NIV ] + τινός RP
  12. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 19:10 κυρίου WH Treg NIV ] + Ἰησοῦ RP
  13. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 19:11 ὁ θεὸς ἐποίει WH Treg NIV ] ἐποίει ὁ θεὸς RP
  14. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 19:12 ἀποφέρεσθαι WH Treg NIV ] ἐπιφέρεσθαι RP
  15. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 19:12 ἐκπορεύεσθαι WH Treg NIV ] ἐξέρχεσθαι ἀπ᾽ αὐτῶν RP
  16. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 19:13 καὶ WH Treg NIV ] ἀπὸ RP
  17. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 19:13 Ὁρκίζω WH Treg NIV ] Ὁρκίζομεν RP
  18. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 19:13 ὃν WH Treg NIV ] + ὁ RP
  19. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 19:14 τινος WH Treg NIV ] τινες υἱοὶ RP
  20. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 19:14 υἱοὶ WH Treg NIV ] οἱ RP
  21. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 19:15 αὐτοῖς WH Treg NIV ] – RP
  22. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 19:15 Τὸν Treg RP ] + μὲν WH NIV
  23. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 19:16 ἐφαλόμενος WH Treg NIV ] ἐφαλλόμενος RP
  24. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 19:16 ὁ ἄνθρωπος ἐπ᾽ αὐτοὺς WH Treg NIV ] ἐπ᾽ αὐτοὺς ὁ ἄνθρωπος RP
  25. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 19:16 κατακυριεύσας ἀμφοτέρων WH Treg NIV ] καὶ κατακυριεύσαν αὐτῶν RP
  26. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 19:17 ἐπέπεσεν WH NIV RP ] ἔπεσεν Treg
  27. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 19:20 τοῦ κυρίου ὁ λόγος WH Treg NIV ] ὁ λόγος τοῦ κυρίου RP