ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 4:16-22
SBL Greek New Testament
16 Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι [a]παρεγένετο, ἀλλὰ πάντες με [b]ἐγκατέλιπον— μὴ αὐτοῖς λογισθείη— 17 ὁ δὲ κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέν με, ἵνα δι’ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ [c]ἀκούσωσιν πάντα τὰ ἔθνη, καὶ ἐρρύσθην ἐκ στόματος λέοντος. 18 [d]ῥύσεταί με ὁ κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
19 Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιφόρου οἶκον. 20 Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ, Τρόφιμον δὲ [e]ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα. 21 Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. Ἀσπάζεταί σε Εὔβουλος καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες.
22 Ὁ [f]κύριος μετὰ τοῦ πνεύματός σου. ἡ χάρις μεθ’ [g]ὑμῶν.
Read full chapterFootnotes
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 4:16 παρεγένετο WH Treg NIV ] συμπαρεγένετο RP
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 4:16 ἐγκατέλιπον Treg NIV RP ] ἐγκατέλειπον WH
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 4:17 ἀκούσωσιν WH Treg NIV ] ἀκούσῃ RP
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 4:18 ῥύσεταί WH Treg NIV] Καὶ ῥύσεταί RP
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 4:20 ἀπέλιπον Treg NIV RP ] ἀπέλειπον WH
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 4:22 κύριος WH Treg NIV ] + Ἰησοῦς χριστὸς RP
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 4:22 ὑμῶν WH Treg NIV ] + Ἀμήν RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software