ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 8:10-24
SBL Greek New Testament
10 καὶ γνώμην ἐν τούτῳ δίδωμι· τοῦτο γὰρ ὑμῖν συμφέρει, οἵτινες οὐ μόνον τὸ ποιῆσαι ἀλλὰ καὶ τὸ θέλειν προενήρξασθε ἀπὸ πέρυσι· 11 νυνὶ δὲ καὶ τὸ ποιῆσαι ἐπιτελέσατε, ὅπως καθάπερ ἡ προθυμία τοῦ θέλειν οὕτως καὶ τὸ ἐπιτελέσαι ἐκ τοῦ ἔχειν. 12 εἰ γὰρ ἡ προθυμία πρόκειται, καθὸ ἐὰν [a]ἔχῃ εὐπρόσδεκτος, οὐ καθὸ οὐκ ἔχει. 13 οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις, [b]ὑμῖν θλῖψις· ἀλλ’ ἐξ ἰσότητος 14 ἐν τῷ νῦν καιρῷ τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα, ἵνα καὶ τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα, ὅπως γένηται ἰσότης· 15 καθὼς γέγραπται· Ὁ τὸ πολὺ οὐκ ἐπλεόνασεν, καὶ ὁ τὸ ὀλίγον οὐκ ἠλαττόνησεν.
16 Χάρις δὲ τῷ θεῷ τῷ [c]διδόντι τὴν αὐτὴν σπουδὴν ὑπὲρ ὑμῶν ἐν τῇ καρδίᾳ Τίτου, 17 ὅτι τὴν μὲν παράκλησιν ἐδέξατο, σπουδαιότερος δὲ ὑπάρχων αὐθαίρετος ἐξῆλθεν πρὸς ὑμᾶς. 18 συνεπέμψαμεν δὲ μετ’ αὐτοῦ τὸν ἀδελφὸν οὗ ὁ ἔπαινος ἐν τῷ εὐαγγελίῳ διὰ πασῶν τῶν ἐκκλησιῶν— 19 οὐ μόνον δὲ ἀλλὰ καὶ χειροτονηθεὶς ὑπὸ τῶν ἐκκλησιῶν συνέκδημος ἡμῶν [d]σὺν τῇ χάριτι ταύτῃ τῇ διακονουμένῃ ὑφ’ ἡμῶν πρὸς τὴν [e]αὐτοῦ τοῦ κυρίου δόξαν καὶ προθυμίαν ἡμῶν— 20 στελλόμενοι τοῦτο μή τις ἡμᾶς μωμήσηται ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφ’ ἡμῶν, 21 [f]προνοοῦμεν γὰρ καλὰ οὐ μόνον ἐνώπιον κυρίου ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων. 22 συνεπέμψαμεν δὲ αὐτοῖς τὸν ἀδελφὸν ἡμῶν ὃν ἐδοκιμάσαμεν ἐν πολλοῖς πολλάκις σπουδαῖον ὄντα, νυνὶ δὲ πολὺ σπουδαιότερον πεποιθήσει πολλῇ τῇ εἰς ὑμᾶς. 23 εἴτε ὑπὲρ Τίτου, κοινωνὸς ἐμὸς καὶ εἰς ὑμᾶς συνεργός· εἴτε ἀδελφοὶ ἡμῶν, ἀπόστολοι ἐκκλησιῶν, δόξα Χριστοῦ. 24 τὴν οὖν ἔνδειξιν τῆς ἀγάπης ὑμῶν καὶ ἡμῶν καυχήσεως ὑπὲρ ὑμῶν εἰς αὐτοὺς [g]ἐνδεικνύμενοι εἰς πρόσωπον τῶν ἐκκλησιῶν.
Read full chapterFootnotes
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 8:12 ἔχῃ WH Treg NIV ] + τις RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 8:13 ὑμῖν WH Treg NIV ] + δὲ RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 8:16 διδόντι WH Treg RP ] δόντι NIV
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 8:19 σὺν NIV RP ] ἐν WH Treg
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 8:19 αὐτοῦ NIV RP ] – WH Treg
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 8:21 προνοοῦμεν γὰρ WH Treg NIV ] προνοούμενοι RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 8:24 ἐνδεικνύμενοι Treg NIV ] ἐνδείξασθε WH RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software