Add parallel Print Page Options

Παῦλος ἀπόστολος [a]Χριστοῦ Ἰησοῦ διὰ θελήματος θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, σὺν τοῖς ἁγίοις πᾶσιν τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.

Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῶν οἰκτιρμῶν καὶ θεὸς πάσης παρακλήσεως, ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεως ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ θεοῦ. ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτως διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν. εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας· [b]εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων ὧν καὶ ἡμεῖς πάσχομεν, καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ [c]ὑμῶν· εἰδότες ὅτι [d]ὡς κοινωνοί ἐστε τῶν παθημάτων, οὕτως καὶ τῆς παρακλήσεως.

Οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, [e]ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς [f]γενομένης ἐν τῇ Ἀσίᾳ, ὅτι καθ’ ὑπερβολὴν [g]ὑπὲρ δύναμιν ἐβαρήθημεν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν· ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ’ ἑαυτοῖς ἀλλ’ ἐπὶ τῷ θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς· 10 ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς καὶ [h]ῥύσεται, εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται, 11 συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει, ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ [i]ἡμῶν.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:1 Χριστοῦ Ἰησοῦ WH Treg NIV ] Ἰησοῦ Χριστοῦ RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:6 εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως WH NIV ] – Treg RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:7 ὑμῶν WH NIV ] + εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας Treg RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:7 ὡς WH Treg NIV ] ὥσπερ RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:8 ὑπὲρ WH NIV RP ] περὶ Treg
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:8 γενομένης WH Treg NIV ] + ἡμῖν RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:8 ὑπὲρ δύναμιν ἐβαρήθημεν WH Treg NIV ] ἐβαρήθημεν ὑπὲρ δύναμιν RP
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:10 ῥύσεται WH Treg NIV ] ῥύεται RP
  9. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 1:11 ἡμῶν WH Treg NIV ] ὑμῶν RP