Add parallel Print Page Options

17 κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ θεοῦ, πάσχειν ἢ κακοποιοῦντας. 18 ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν [a]ἔπαθεν, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα [b]ὑμᾶς προσαγάγῃ τῷ θεῷ, θανατωθεὶς μὲν σαρκὶ ζῳοποιηθεὶς δὲ πνεύματι· 19 ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν πορευθεὶς ἐκήρυξεν, 20 ἀπειθήσασίν ποτε ὅτε ἀπεξεδέχετο ἡ τοῦ θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε κατασκευαζομένης κιβωτοῦ εἰς ἣν [c]ὀλίγοι, τοῦτ’ ἔστιν ὀκτὼ ψυχαί, διεσώθησαν δι’ ὕδατος. 21 [d]καὶ ὑμᾶς ἀντίτυπον νῦν σῴζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς θεόν, δι’ ἀναστάσεως Ἰησοῦ Χριστοῦ, 22 ὅς ἐστιν ἐν [e]δεξιᾷ θεοῦ πορευθεὶς εἰς οὐρανὸν ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων.

Χριστοῦ οὖν [f]παθόντος σαρκὶ καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε, ὅτι ὁ [g]παθὼν σαρκὶ πέπαυται [h]ἁμαρτίας, εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις ἀλλὰ θελήματι θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον. ἀρκετὸς [i]γὰρ ὁ παρεληλυθὼς [j]χρόνος τὸ [k]βούλημα τῶν ἐθνῶν [l]κατειργάσθαι, πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις, καὶ ἀθεμίτοις εἰδωλολατρίαις. ἐν ᾧ ξενίζονται μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες· οἳ ἀποδώσουσιν λόγον τῷ ἑτοίμως [m]ἔχοντι κρῖναι ζῶντας καὶ νεκρούς· εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκὶ ζῶσι δὲ κατὰ θεὸν πνεύματι.

Πάντων δὲ τὸ τέλος ἤγγικεν. σωφρονήσατε οὖν καὶ νήψατε [n]εἰς προσευχάς· πρὸ [o]πάντων τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἀγάπη [p]καλύπτει πλῆθος ἁμαρτιῶν· φιλόξενοι εἰς ἀλλήλους ἄνευ [q]γογγυσμοῦ· 10 ἕκαστος καθὼς ἔλαβεν χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος θεοῦ· 11 εἴ τις λαλεῖ, ὡς λόγια θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος [r]ἧς χορηγεῖ ὁ θεός· ἵνα ἐν πᾶσιν δοξάζηται ὁ θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

12 Ἀγαπητοί, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ ὡς ξένου ὑμῖν συμβαίνοντος, 13 ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασιν χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι. 14 εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοι, ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ θεοῦ πνεῦμα ἐφ’ ὑμᾶς [s]ἀναπαύεται. 15 μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς ἢ κλέπτης ἢ κακοποιὸς ἢ ὡς ἀλλοτριεπίσκοπος· 16 εἰ δὲ ὡς Χριστιανός, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ τὸν θεὸν ἐν τῷ [t]ὀνόματι τούτῳ. 17 ὅτι ὁ καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ θεοῦ· εἰ δὲ πρῶτον ἀφ’ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ θεοῦ εὐαγγελίῳ; 18 καὶ εἰ ὁ δίκαιος μόλις σῴζεται, [u]ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται; 19 ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ [v]θεοῦ πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς [w]αὐτῶν ἐν ἀγαθοποιΐᾳ.

Πρεσβυτέρους [x]οὖν ἐν ὑμῖν παρακαλῶ ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός, ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ θεοῦ, [y]ἐπισκοποῦντες μὴ ἀναγκαστῶς ἀλλὰ ἑκουσίως [z]κατὰ θεόν, μηδὲ αἰσχροκερδῶς ἀλλὰ προθύμως, μηδ’ ὡς κατακυριεύοντες τῶν κλήρων ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου· καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον. ὁμοίως, νεώτεροι, ὑποτάγητε πρεσβυτέροις. πάντες δὲ [aa]ἀλλήλοις τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε, ὅτι Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν.

Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ, πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρίψαντες ἐπ’ αὐτόν, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν. νήψατε, γρηγορήσατε. ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν [ab]τινα [ac]καταπιεῖν· ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν [ad]τῷ κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι. 10 ὁ δὲ θεὸς πάσης χάριτος, ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν [ae]Χριστῷ, ὀλίγον παθόντας αὐτὸς [af]καταρτίσει, στηρίξει, σθενώσει, [ag]θεμελιώσει. 11 [ah]αὐτῷ τὸ κράτος εἰς τοὺς αἰῶνας [ai]τῶν αἰώνων· ἀμήν. 12 Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, δι’ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ θεοῦ· εἰς ἣν [aj]στῆτε. 13 ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μᾶρκος ὁ υἱός μου. 14 ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης. εἰρήνη ὑμῖν πᾶσιν τοῖς ἐν [ak]Χριστῷ.

Footnotes

  1. ΠΕΤΡΟΥ Α΄ 3:18 ἔπαθεν RP NA] ἀπέθανεν WH Treg NIV
  2. ΠΕΤΡΟΥ Α΄ 3:18 ὑμᾶς WH NIV RP] ἡμᾶς Treg
  3. ΠΕΤΡΟΥ Α΄ 3:20 ὀλίγοι WH Treg NIV] ὀλίγαι RP
  4. ΠΕΤΡΟΥ Α΄ 3:21 καὶ ὑμᾶς ἀντίτυπον νῦν WH Treg NIV] ἀντίτυπον νῦν καὶ ἡμᾶς RP
  5. ΠΕΤΡΟΥ Α΄ 3:22 δεξιᾷ WH Treg] + τοῦ NIV RP
  6. ΠΕΤΡΟΥ Α΄ 4:1 παθόντος WH Treg NIV] + ὑπὲρ ἡμῶν RP
  7. ΠΕΤΡΟΥ Α΄ 4:1 παθὼν WH Treg NIV] + ἐν RP
  8. ΠΕΤΡΟΥ Α΄ 4:1 ἁμαρτίας Treg NIV RP] ἁμαρτίαις WH
  9. ΠΕΤΡΟΥ Α΄ 4:3 γὰρ WH Treg NIV] + ἡμῖν RP
  10. ΠΕΤΡΟΥ Α΄ 4:3 χρόνος WH Treg NIV] + τοῦ βίου RP
  11. ΠΕΤΡΟΥ Α΄ 4:3 βούλημα WH Treg NIV] θέλημα RP
  12. ΠΕΤΡΟΥ Α΄ 4:3 κατειργάσθαι WH Treg NIV] κατεργάσασθαι RP
  13. ΠΕΤΡΟΥ Α΄ 4:5 ἔχοντι κρῖναι Treg NIV RP] κρίνοντι WH
  14. ΠΕΤΡΟΥ Α΄ 4:7 εἰς WH Treg NIV] + τὰς RP
  15. ΠΕΤΡΟΥ Α΄ 4:8 πάντων WH Treg NIV] + δὲ RP
  16. ΠΕΤΡΟΥ Α΄ 4:8 καλύπτει WH Treg NIV] καλύψει RP
  17. ΠΕΤΡΟΥ Α΄ 4:9 γογγυσμοῦ WH Treg NIV] + γογγυσμῶν RP
  18. ΠΕΤΡΟΥ Α΄ 4:11 ἧς WH Treg NIV] ὡς RP
  19. ΠΕΤΡΟΥ Α΄ 4:14 ἀναπαύεται WH Treg NIV] + κατὰ μὲν αὐτοὺς βλασφημεῖται κατὰ δὲ ὑμᾶς δοξάζεται RP
  20. ΠΕΤΡΟΥ Α΄ 4:16 ὀνόματι WH Treg NIV] μέρει RP
  21. ΠΕΤΡΟΥ Α΄ 4:18 Treg NIV RP] + δὲ WH
  22. ΠΕΤΡΟΥ Α΄ 4:19 θεοῦ WH Treg NIV] + ὡς RP
  23. ΠΕΤΡΟΥ Α΄ 4:19 αὐτῶν Treg NIV RP] – WH
  24. ΠΕΤΡΟΥ Α΄ 5:1 οὖν WH Treg NIV] τοὺς RP
  25. ΠΕΤΡΟΥ Α΄ 5:2 ἐπισκοποῦντες Treg NIV RP] – WH
  26. ΠΕΤΡΟΥ Α΄ 5:2 κατὰ θεόν Treg NIV] – WH RP
  27. ΠΕΤΡΟΥ Α΄ 5:5 ἀλλήλοις WH Treg NIV] + ὑποτασσόμενοι RP
  28. ΠΕΤΡΟΥ Α΄ 5:8 τινα NIV] τίνα RP; – WH Treg
  29. ΠΕΤΡΟΥ Α΄ 5:8 καταπιεῖν WH Treg NIV] καταπίῃ RP
  30. ΠΕΤΡΟΥ Α΄ 5:9 τῷ WH Treg NIV] – RP
  31. ΠΕΤΡΟΥ Α΄ 5:10 Χριστῷ WH NIV] + Ἰησοῦ Treg RP NA
  32. ΠΕΤΡΟΥ Α΄ 5:10 καταρτίσει WH Treg NIV] καταρτίσαι ὑμᾶς RP
  33. ΠΕΤΡΟΥ Α΄ 5:10 θεμελιώσει NIV RP] – WH Treg
  34. ΠΕΤΡΟΥ Α΄ 5:11 αὐτῷ WH Treg NIV] + ἡ δόξα καὶ RP
  35. ΠΕΤΡΟΥ Α΄ 5:11 τῶν αἰώνων Treg NIV RP] – WH NA
  36. ΠΕΤΡΟΥ Α΄ 5:12 στῆτε WH Treg NIV] ἑστήκατε RP
  37. ΠΕΤΡΟΥ Α΄ 5:14 Χριστῷ WH Treg NIV] + Ἰησοῦ ἀμήν RP