ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:1-16
SBL Greek New Testament
7 Περὶ δὲ ὧν [a]ἐγράψατε, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· 2 διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω. 3 τῇ γυναικὶ ὁ ἀνὴρ τὴν [b]ὀφειλὴν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί. 4 ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ἡ γυνή. 5 μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μήτι ἂν ἐκ συμφώνου πρὸς καιρὸν ἵνα [c]σχολάσητε [d]τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ [e]ἦτε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν. 6 τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ’ ἐπιταγήν. 7 θέλω [f]δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν· ἀλλὰ ἕκαστος ἴδιον [g]ἔχει χάρισμα ἐκ θεοῦ, [h]ὁ μὲν οὕτως, [i]ὁ δὲ οὕτως.
8 Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν [j]αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ· 9 εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν, κρεῖττον γάρ ἐστιν [k]γαμῆσαι ἢ πυροῦσθαι.
10 Τοῖς δὲ γεγαμηκόσιν παραγγέλλω, οὐκ ἐγὼ ἀλλὰ ὁ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι— 11 ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω— καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι.
12 Τοῖς δὲ λοιποῖς [l]λέγω ἐγώ, οὐχ ὁ κύριος· εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶ αὕτη συνευδοκεῖ οἰκεῖν μετ’ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν· 13 καὶ γυνὴ [m]εἴ τις ἔχει ἄνδρα ἄπιστον, καὶ [n]οὗτος συνευδοκεῖ οἰκεῖν μετ’ αὐτῆς, μὴ ἀφιέτω [o]τὸν ἄνδρα. 14 ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ [p]ἀδελφῷ· ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν, νῦν δὲ ἅγιά ἐστιν. 15 εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω· οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις, ἐν δὲ εἰρήνῃ κέκληκεν [q]ἡμᾶς ὁ θεός. 16 τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις;
Read full chapterFootnotes
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:1 ἐγράψατε WH NIV ] + μοι Treg RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:3 ὀφειλὴν WH Treg NIV ] ὀφειλομένην εὔνοιαν RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:5 σχολάσητε WH Treg NIV ] σχολάζητε RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:5 τῇ WH Treg NIV ] + νηστείᾳ καὶ τῇ RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:5 ἦτε WH Treg NIV ] συνέρχησθε RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:7 δὲ WH Treg NIV ] γὰρ RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:7 ἔχει χάρισμα WH Treg NIV ] χάρισμα ἔχει RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:7 *ὁ WH Treg NIV ] ὃς RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:7 *ὁ WH Treg NIV ] ὃς RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:8 αὐτοῖς WH Treg NIV ] + ἐστιν RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:9 γαμῆσαι Treg NIV RP ] γαμεῖν WH
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:12 λέγω ἐγώ WH Treg NIV ] ἐγώ λέγω RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:13 εἴ τις NIV ] ἥτις WH Treg RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:13 οὗτος WH Treg NIV ] αὑτὸς RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:13 τὸν ἄνδρα WH Treg NIV ] αὐτόν RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:14 ἀδελφῷ WH Treg NIV ] ἀνδρί RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:15 ἡμᾶς Treg NIV RP ] ὑμᾶς WH NA
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software