ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 6:12-7:9
SBL Greek New Testament
12 Πάντα μοι ἔξεστιν· ἀλλ’ οὐ πάντα συμφέρει. πάντα μοι ἔξεστιν· ἀλλ’ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. 13 τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ ἀλλὰ τῷ κυρίῳ, καὶ ὁ κύριος τῷ σώματι· 14 ὁ δὲ θεὸς καὶ τὸν κύριον ἤγειρεν καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ. 15 οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; μὴ γένοιτο. 16 [a]ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; Ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν. 17 ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν. 18 φεύγετε τὴν πορνείαν· πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. 19 ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ θεοῦ; καὶ οὐκ ἐστὲ ἑαυτῶν, 20 ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι [b]ὑμῶν.
7 Περὶ δὲ ὧν [c]ἐγράψατε, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· 2 διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω. 3 τῇ γυναικὶ ὁ ἀνὴρ τὴν [d]ὀφειλὴν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί. 4 ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ἡ γυνή. 5 μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μήτι ἂν ἐκ συμφώνου πρὸς καιρὸν ἵνα [e]σχολάσητε [f]τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ [g]ἦτε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν. 6 τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ’ ἐπιταγήν. 7 θέλω [h]δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν· ἀλλὰ ἕκαστος ἴδιον [i]ἔχει χάρισμα ἐκ θεοῦ, [j]ὁ μὲν οὕτως, [k]ὁ δὲ οὕτως.
8 Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν [l]αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ· 9 εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν, κρεῖττον γάρ ἐστιν [m]γαμῆσαι ἢ πυροῦσθαι.
Footnotes
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 6:16 ἢ WH Treg NIV ] – RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 6:20 ὑμῶν WH Treg NIV ] + καὶ ἐν τῷ πνεύματι ὑμῶν ἅτινά ἐστιν τοῦ θεοῦ RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:1 ἐγράψατε WH NIV ] + μοι Treg RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:3 ὀφειλὴν WH Treg NIV ] ὀφειλομένην εὔνοιαν RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:5 σχολάσητε WH Treg NIV ] σχολάζητε RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:5 τῇ WH Treg NIV ] + νηστείᾳ καὶ τῇ RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:5 ἦτε WH Treg NIV ] συνέρχησθε RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:7 δὲ WH Treg NIV ] γὰρ RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:7 ἔχει χάρισμα WH Treg NIV ] χάρισμα ἔχει RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:7 *ὁ WH Treg NIV ] ὃς RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:7 *ὁ WH Treg NIV ] ὃς RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:8 αὐτοῖς WH Treg NIV ] + ἐστιν RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 7:9 γαμῆσαι Treg NIV RP ] γαμεῖν WH
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software