Add parallel Print Page Options

50 Τοῦτο δέ φημι, ἀδελφοί, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ [a]δύναται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ. 51 ἰδοὺ μυστήριον ὑμῖν λέγω· [b]πάντες οὐ κοιμηθησόμεθα πάντες δὲ ἀλλαγησόμεθα, 52 ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα. 53 δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. 54 ὅταν δὲ τὸ [c]φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται [d]ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος· Κατεπόθη ὁ θάνατος εἰς νῖκος. 55 ποῦ σου, θάνατε, τὸ [e]νῖκος; ποῦ σου, θάνατε, τὸ κέντρον; 56 τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία, ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος· 57 τῷ δὲ θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:50 δύναται WH Treg NIV ] δύνανται RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:51 πάντες WH Treg NIV ] + μὲν RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:54 φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν καὶ τὸ Treg NIV RP ] – WH
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:54 ἀθανασίαν Treg NIV RP ] τὴν ἀθανασίαν WH
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:55 νῖκος ποῦ σου θάνατε τὸ κέντρον WH Treg NIV ] κέντρον Ποῦ σου ᾍδη τὸ νῖκος RP