Add parallel Print Page Options

33 Ὥστε, ἀδελφοί μου, συνερχόμενοι εἰς τὸ φαγεῖν ἀλλήλους ἐκδέχεσθε. 34 [a]εἴ τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω, ἵνα μὴ εἰς κρίμα συνέρχησθε. Τὰ δὲ λοιπὰ ὡς ἂν ἔλθω διατάξομαι.

12 Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν. οἴδατε ὅτι ὅτε ἔθνη ἦτε πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγόμενοι. διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν πνεύματι θεοῦ λαλῶν λέγει· Ἀνάθεμα [b]Ἰησοῦς, καὶ οὐδεὶς δύναται εἰπεῖν· [c]Κύριος Ἰησοῦς εἰ μὴ ἐν πνεύματι ἁγίῳ.

Διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, καὶ ὁ αὐτὸς κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, [d]ὁ δὲ [e]αὐτὸς θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν.

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 11:34 εἴ WH Treg NIV ] + δέ RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:3 Ἰησοῦς WH Treg NIV ] Ἰησοῦν RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:3 Κύριος Ἰησοῦς WH Treg NIV ] Κύριον Ἰησοῦν RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:6 ὁ δὲ Treg NIV RP ] καὶ ὁ WH
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 12:6 αὐτὸς WH Treg NIV ] + ἐστιν RP