Font Size
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:6-10
SBL Greek New Testament
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:6-10
SBL Greek New Testament
6 Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν. 7 μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν· ὥσπερ γέγραπται· Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πεῖν, καὶ ἀνέστησαν παίζειν. 8 μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσαν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες. 9 μηδὲ ἐκπειράζωμεν τὸν [a]Χριστόν, [b]καθώς τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων [c]ἀπώλλυντο. 10 μηδὲ γογγύζετε, [d]καθάπερ τινὲς αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ.
Read full chapterFootnotes
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:9 Χριστόν RP NA ] κύριον WH Treg NIV
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:9 καθώς WH Treg NIV ] + καί RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:9 ἀπώλλυντο WH Treg NIV ] ἀπώλοντο RP
- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 10:10 καθάπερ WH Treg NIV ] καθὼς καί RP
SBL Greek New Testament (SBLGNT)
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software