ΙΑΚΩΒΟΥ 4
SBL Greek New Testament
4 Πόθεν πόλεμοι καὶ [a]πόθεν μάχαι ἐν ὑμῖν; οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν; 2 ἐπιθυμεῖτε, καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε. οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς· 3 αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε. 4 [b]μοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστιν; ὃς [c]ἐὰν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται. 5 ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει· Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ [d]κατῴκισεν ἐν ἡμῖν; 6 μείζονα δὲ δίδωσιν χάριν· διὸ λέγει· Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν. 7 ὑποτάγητε οὖν τῷ θεῷ· ἀντίστητε δὲ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ’ ὑμῶν· 8 ἐγγίσατε τῷ θεῷ, καὶ [e]ἐγγιεῖ ὑμῖν. καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι. 9 ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος [f]μετατραπήτω καὶ ἡ χαρὰ εἰς κατήφειαν· 10 ταπεινώθητε ἐνώπιον [g]κυρίου, καὶ ὑψώσει ὑμᾶς.
11 Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί· ὁ καταλαλῶν ἀδελφοῦ [h]ἢ κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής. 12 εἷς [i]ἐστιν νομοθέτης [j]καὶ κριτής, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ δὲ τίς εἶ, [k]ὁ κρίνων τὸν [l]πλησίον;
13 Ἄγε νῦν οἱ λέγοντες· Σήμερον [m]ἢ αὔριον [n]πορευσόμεθα εἰς τήνδε τὴν πόλιν καὶ [o]ποιήσομεν ἐκεῖ [p]ἐνιαυτὸν καὶ [q]ἐμπορευσόμεθα καὶ [r]κερδήσομεν· 14 οἵτινες οὐκ ἐπίστασθε [s]τὸ τῆς αὔριον [t]ποία ἡ ζωὴ ὑμῶν· ἀτμὶς γάρ [u]ἐστε [v]ἡ πρὸς ὀλίγον φαινομένη, [w]ἔπειτα καὶ ἀφανιζομένη· 15 ἀντὶ τοῦ λέγειν ὑμᾶς· Ἐὰν ὁ κύριος [x]θελήσῃ, καὶ [y]ζήσομεν καὶ [z]ποιήσομεν τοῦτο ἢ ἐκεῖνο. 16 νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν. 17 εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν.
Footnotes
- ΙΑΚΩΒΟΥ 4:1 πόθεν WH Treg NIV ] – RP
- ΙΑΚΩΒΟΥ 4:4 μοιχαλίδες WH Treg NIV ] Μοιχοὶ καὶ μοιχαλίδες RP
- ΙΑΚΩΒΟΥ 4:4 ἐὰν WH NIV ] ἂν Treg RP
- ΙΑΚΩΒΟΥ 4:5 κατῴκισεν WH Treg NIV ] κατῴκησεν RP
- ΙΑΚΩΒΟΥ 4:8 ἐγγιεῖ Treg NIV RP ] ἐγγίσει WH
- ΙΑΚΩΒΟΥ 4:9 μετατραπήτω WH NIV ] μεταστραφήτω Treg RP
- ΙΑΚΩΒΟΥ 4:10 κυρίου WH Treg NIV ] τοῦ κυρίου RP
- ΙΑΚΩΒΟΥ 4:11 ἢ WH Treg NIV ] καὶ RP
- ΙΑΚΩΒΟΥ 4:12 ἐστιν WH ] + ὁ Treg NIV RP
- ΙΑΚΩΒΟΥ 4:12 καὶ κριτής WH Treg NIV ] – RP
- ΙΑΚΩΒΟΥ 4:12 ὁ κρίνων WH Treg NIV ] ὃς κρίνεις RP
- ΙΑΚΩΒΟΥ 4:12 πλησίον WH Treg NIV ] ἕτερον RP
- ΙΑΚΩΒΟΥ 4:13 ἢ WH Treg NIV ] καὶ RP
- ΙΑΚΩΒΟΥ 4:13 πορευσόμεθα WH Treg NIV ] πορευσώμεθα RP
- ΙΑΚΩΒΟΥ 4:13 ποιήσομεν WH NIV ] ποιήσωμεν Treg RP
- ΙΑΚΩΒΟΥ 4:13 ἐνιαυτὸν WH Treg NIV ] + ἕνα RP
- ΙΑΚΩΒΟΥ 4:13 ἐμπορευσόμεθα WH Treg NIV ] ἐμπορευσώμεθα RP
- ΙΑΚΩΒΟΥ 4:13 κερδήσομεν WH Treg NIV ] κερδήσωμεν RP
- ΙΑΚΩΒΟΥ 4:14 τὸ Treg NIV RP ] – WH
- ΙΑΚΩΒΟΥ 4:14 ποία WH NIV ] + γὰρ Treg RP
- ΙΑΚΩΒΟΥ 4:14 ἐστε WH Treg NIV ] ἔσται RP
- ΙΑΚΩΒΟΥ 4:14 ἡ Treg NIV RP ] – WH
- ΙΑΚΩΒΟΥ 4:14 ἔπειτα WH Treg NIV ] + δὲ RP
- ΙΑΚΩΒΟΥ 4:15 θελήσῃ Treg NIV RP ] θέλῃ WH
- ΙΑΚΩΒΟΥ 4:15 ζήσομεν WH Treg NIV ] ζήσωμεν RP
- ΙΑΚΩΒΟΥ 4:15 ποιήσομεν WH Treg NIV ] ποιήσωμεν RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software